Ancient Greek
P.Petaus 17
Documentary Papyri, P.Petaus 17
Not analysed yet
Ἑρμοφίλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Ψιναρύω καὶ ἄλλων κωμῶν. τοῦ ἐπισταλέντος μοι ἐπιστάλματος ὑπὸ σοῦ περὶ χρηματισμοῦ ἐωνημένης ἐξ ὀνόματος Θεανῶ Ἁρατρείους βουλομένης ὠνήσασθαι ἀπὸ χέρσου ἀμπέλου ὑπολόγου κατὰ παράδειξιν εἰς κατάθεσιν λαχανείας καρτῆς ἀρούρας β ἐν αἷς ἄμπελοι σποράδιοι καὶ ἐλάινα καὶ ἕτερα φυτά, ἀντίγραφον ὑπόκειται. ἐπελθὼν ἐπὶ τὸ δηλούμενον ἔδαφος εὗρον αὐτὸ κατʼ ἀγρὸν ἐν χέρσῳ τῶν ἐφʼ ἁπλῇ τιμῇ ὀφειλομένων παραδείκνυσθαι καὶ οὐκ ἀπὸ ἄλλης ἰδέας μὴ ἐφειμένης, τήν τε ὠνουμένην μὴ εἶναι τῶν κεκωλυμένων ὠνεῖσθαι οὐδὲ ὑπόβλητον τῶν τοιούτων, οὐδὲν δὲ ἕτερον ἐναντίον εἶναι, τὰς δὲ γειτνίας συνφώνους εἶναι ταῖς διὰ τοῦ χρηματισμοῦ δηλουμέναις, ὧν μέτρα β α ὁμοίως ὁμοίως, γίνονται χέρσου ἄρουραι β, ἐν αἷς τὰ προκείμενα φυτά. Ἑρμόφιλος βασιλικὸς γραμματεὺς Ἀρσινοίτου Ἡρακλείδου μερίδος κωμογραμματεῖ Ψιναρύωι χαίρειν. τοῦ ἐπισταλέντος μοι ἐπιστάλματος ὑπὸ τοῦ τῆς μερίδος στρατηγοῦ Ἀπολλωνίου ἐξ ὀνόματος Θεανῶι Ἁρατρείους τοῦ Ἁρατρείους ὠνησομένης ἀπὸ χέρσου ἀμπέλου ὑπολόγου εἰς κατάθεσιν λαχανείας καρτῆς περὶ κώμην Ψιναρύωι ἀρούρας β ἐν αἷς ἄμπελοι σποράδιοι καὶ ἐλάινα καὶ ἕτερα φυτά, τὸ ἀντίγραφόν σοι ἐπιστέλλεται ἵνα γενόμενος ἐπὶ τὸν τόπον καὶ ἀκολούθως πράξας δηλώσῃς μοι ὡς τοῦ λόγου καὶ κινδύνου πρὸς σὲ ὄντος ἐάν τι μὴ δεόντως γένηται. ἐρρῶσθαί σε εὔχομαι. διὰ Ἀουιλᾶ τοῦ καὶ Διονυσίου βοηθοῦ. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ β. Ἀπολλώνιος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος Ἑρμοφίλωι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος τῷ φιλτάτωι χαίρειν. τῆς δοθείσης μοι ὑποσχέσεως ὑπὸ Θεανῶι Ἁρατρείους βουλομένης ὠνήσασθαι τὸ διʼ αὐτῆς δηλούμενον ἔδαφος ἡ ἴση σοι ἐπιστέλλεται, φίλτατε, ἵνʼ εἰδῇς καὶ τὰ ἴδια μέρη ἀναπληρώσῃς. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου Θὼθ β. Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Θεανῶ Ἁρατρείους τοῦ Ἁρατρείους μετὰ κυρίου τοῦ ἀδελφοῦ Νααραῦτος τῶν ἀπὸ κώμης Πτολεμαίδος Ὅρμου. βούλομαι ὠνήσασθαι ἀπὸ χέρσου ἀμπέλου ὑπολόγου εἰς κατάθεσιν λαχανείας καρτῆς περὶ κώμην Ψιναρύωι ἀρούρας β ἐν αἷς ἄμπελοι σποράδιοι καὶ ἐλάινα καὶ ἕτερα φυτά, γείτονες νότου βασιλικὴ γῆ, βορρᾶ κατοικικὰ ἐδάφη Ἀμάιτος Παποντῶτος, ἀπηλιώτου βασιλικὴ γῆ, λιβὸς διῶρυξ Ἑρμοίθου λεγομένη, τιμῆς ἑκάστης ἀρούρης ἐκ δραχμῶν νϛ καὶ τῶν ἑπομένων, ἐφʼ ᾧ παραδειχθεῖσα διαγράψω τὴν τιμὴν καὶ τὰ ἑπόμενα ἐπὶ τὴν δημοσίαν τράπεζαν. ἕξω δὲ εἰς κατεργασίαν καὶ ἀνάκτησιν ἀτέλειαν ἔτη τρία ,μεθʼ ἃ τελέσω ἀργυρικὰ παραδεισιακὰ τελέσματα. μενεῖ δέ μοι καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταλημψομένοις ἡ τούτων κράτησις καὶ κυρία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον καὶ βεβαιωθήσεταί μοι καθαρὸν ἀπὸ δημοσίων πάντων καὶ παντὸς εἴδους μέχρι τοῦ τῆς παραδείξεως χρόνου ἐὰν φαίνηται ἐπισταλῆναι. Γέμελλος ὑπηρέτης μεταδέδωκα Θὼθ β.