Ancient Greek
P.Petaus 19
Documentary Papyri, P.Petaus 19
Not analysed yet
Ἑρμοφίλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. τοῦ ἐπισταλέντος μοι ὑπὸ σοῦ ἐπιστάλματος ἐξ ὀνόματος Ἰσχυρίωνος τοῦ καὶ Ἀρτεμᾶ Σαβείνου βουλομένου ὠνήσασθαι ἀπὸ χέρσου ἀμπέλου ὑπολόγου εἰς κατάθεσιν λαχανείας καρτῆς ἀρούρης ιϛ λβ ἀντίγραφον ὑπόκειται. ἐπελθὼν οὖν ἐπὶ τὸ δηλούμενον ἔδαφος εὗρον αὐτὸ ἀπὸ τοῦ καθήκοντος καὶ εἰς πρᾶσιν ἐπιτετραμμένου ὑπολόγου καὶ οὐκ ἀπʼ ἄλλης ἰδέας μὴ ἐφειμένης ὠνεῖσθαι, τόν τε ὠνούμενον μὴ εἶναι τῶν κεκωλυμένων ὠνεῖσθαι οὐδὲ ὑπόβλητον τῶν τοιούτων, οὐδὲν δὲ ἕτερον ἐναντίον εἶναι, τὰς δὲ κατʼ ἀγρὸν γειτνίας συμφώνους εἶναι ταῖς διὰ τοῦ χρηματισμοῦ δηλουμέναις, οὗ μέτρα ιϛ λβ 1 α ὁμοίως ὁμοίως, γίνεται χέρσου τὸ προκείμενον. ἔτους κε Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παχὼν κ.