Ancient Greek
P.Petaus 20
Documentary Papyri, P.Petaus 20
Not analysed yet
Κόλλανθος βασιλικὸς γραμματεὺς Ἀρσινοίτου Ἡρακλείδου μερίδος κωμογραμματεῖ Πτολεμαίδος Ὅρμου χαίρειν. τοῦ ἐπισταλέντος μοι ἐπιστάλματος ἐξ ὀνόματος Ῥούφου Πνεφερῶτος βουλομένου ὠνήσασθαι ἀπὸ χέρσου κατοικικοῦ ὑπολόγου κατὰ παράδειξιν ἀρούρης ιϛ ἀντίγραφόν σοι ἐπιστέλλω ὅπως γενόμενος ἐπὶ τοὺς τόπους καὶ τὸ ἀκόλουθον ἐπιτελέσας δηλώσῃς μοι. σεσημείωμαι. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ιϛ. Ἀπολλώνιος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος Κολλάνθῳ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος τῷ φιλτάτῳ χαίρειν. τῶν δοθέντων μοι βιβλιδίων παρὰ Ῥούφου Πνεφερῶτος τοῦ Παχνούβεως βουλομένου ὠνήσασθαι ἀπὸ χέρσου κατοικικοῦ ὑπολόγου ἐν κοιλώματι κατὰ παράδειξινεἰς πλινθουργεῖον ἀρούρης ιϛ τὸ ἴσον σοι ἐπιστέλλω, φίλτατε, ἵνʼ εἰδῇς καὶ τὰ ἴδια μέρη ἀναπληρώσῃς. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ λ. Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ῥούφου Πνεφερῶτος τοῦ Παχνούβεως ἀπὸ κώμης Πτολεμαίδος Ὅρμου. βούλομαι ὠνήσασθαι ἀπὸ χέρσου κατοικικοῦ ὑπολόγου ἐν κοιλώματι κατὰ παράδειξιν εἰς πλινθουργεῖον ἀρούρης ιϛ γείτονες νότου χῶμα καὶ ἐσπαρμένα ἐδάφη, βορρᾶ περίμετρον κώμης, ἀπηλιώτου ὁμοίως περίμετρον κώμης, λιβὸς σιτικὰ ἐδάφη, τιμῆς ἐκ δραχμῶν κη καὶ τοῦ προστίμου, ἐφʼ ᾧ παραδειχθεὶς διαγράψω τὴν τιμὴν σὺν τοῖς ἑπομένοις καὶ προστίμῳ ἐπὶ τὴν δημοσίαν τράπεζαν. μενεῖ δέ μοι καὶ τοῖς παρʼ ἐμοῦ μεταλημψομένοις ἡ τούτου κράτησις καὶ κυρία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον καὶ βεβαιωθήσεταί μοι καθαρὸν ἀπὸ δημοσίων πάντων καὶ παντὸς εἴδους μέχρι τοῦ τῆς παραδείξεως χρόνου.