Ancient Greek
P.Petaus 22
Documentary Papyri, P.Petaus 22
Not analysed yet
Κολλάνθῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως κώμης Σύρων. τοῦ ἐπενεχθέντος μοι ἀπὸ σοῦ χρηματισμοῦ ἐωνημένης ἐξ ὀνόματος Διδεῖτος ἀπάτορος μητρὸς Θασῶτος βουλομένης ὠνήσασθαι ἀπὸ χέρσου ἀμπέλου ὑπολόγου κατὰ παράδειξιν ἐφʼ ἁπλῇ τιμῇ ὡς τῆς ἀρούρης ἐκδραχμῶννϛ εἰς λαχανείαν καρτὴν ἄρουραν α δ ιϛ, ἐν ᾗ ἐλάινα καὶ ἕτερα φυτά, ἀντίγραφον ὑπόκειται. ἐπελθὼν οὖν ἐπὶ τὸ δηλούμενον ἔδαφος μεθʼ ὧν δέον ἐστίν, εὗρον αὐτὸ κατʼ ἀγρὸν ἀπὸ τῆς προκειμένης ἰδέας καὶ οὐκ ἀπʼ ἄλλης τῆς μὴ ἐφιεμένης ὠνεῖσθαι, τόν τε ὠνούμενον μὴ εἶναι τῶν κεκωλυμένων ὠνεῖσθαι μηδὲ τῶν τοιούτων ὑπόβλητον, μηδὲν δὲ ἕτερον ἐναντίον εἶναι, τάς τε κατʼ ἀγρὸν γειτνίας συμφώνους εἶναι ταῖς διὰ τοῦ χρηματισμοῦ δηλουμέναις, ἧς μέτρα γ 1 δ η ιϛ ὁμοίως ὁμοίως, γίνεται ἡ προκειμένη ἄρουρα α δ ιϛ χέρςου ἐν ᾗ τὰ προκείμενα φυτά. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεσορή. Κόλλανθος βασιλικὸς γραμματεὺς Ἀρσινοίτου Ἡρακλείδου μερίδος κωμογραμματεῖ τόπων Σύρων χαίρειν. τοῦ ἐπισταλέντος μοι ἐπιστάλματος ἐξ ὀνόματος Διδεῖτος ἀπάτορος μητρὸς Θασῶτος βουλομένης ὠνήσασθαι ἀπὸ χέρσου ἀμπέλου ὑπολόγου κατὰ παράδειξιν περὶ κώμην Σύρων εἰς λαχανείαν καρτὴν ἄρουραν α δ ιϛ ἀντίγραφον ἐπιστέλλω σοι, ὅπως γενόμενος ἐπὶ τοὺς τόπους καὶ τὰ ἀκόλουθα ἐπιτελέσας δηλώσῃς μοι. κε ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ιϛ. Ἀπολλώνιος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος Κολλάνθῳ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος τῷ φιλτάτῳ χαίρειν. τῶν δοθέντων μοι βιβλιδίων παρὰ Διδεῖτος ἀπάτορος μητρὸς Θασῶτος βουλομένης ὠνήσασθαι ἀπὸ χέρσου ἀμπέλου ὑπολόγου περὶ κώμην Σύρων ἄρουραν α δ ιϛ τὸ ἴσον σοι ἐπιστέλλω, φίλτατε ἵνʼ εἰδῇς καὶ τὰ ἴδια μέρη ἀναπληρώσῃς. ἐρρῶσσθαι σε εὔχομαι, φίλτατε. ἔτους πέμπτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Βρεττανικοῦ Μεγίστου Μεσορὴ α…. Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Διδεῖτος ἀπάτορος μητρὸς Θασῶτος διὰ φροντιστοῦ τοῦ ἀδελφοῦ Θέωνος ἀμφοτέρων ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Πλατείας. βούλομαι ὠνήσασθαι ἀπὸ χέρσου ἀμπέλου ὑπολόγου κατὰ παράδειξιν περὶ κώμην Σύρων εἰς λαχανείαν καρτὴν ἄρουραν α δ ιϛ, ἐν ᾗ ἐλάινα καὶ ἕτερα φυτὰ κεκαρκινωμένα καὶ φρέατα καταπεπτωκότα, ἧς γείτονες νότου Ἰσχυρίωνος ἀφήλικος λαχανείαν καρτή, βορρᾶκαὶ ἀπηλιώτου σιτικὰ ἐδάφη, λιβὸς ποτίστρα ξυλίνη, ἐφʼ ἁπλῇ τιμῇ ὡς τῆς ἀρούρης ἐκ δραχμῶν πεντήκοντα ἕξ ,ἐφʼ ᾧ παραδειχθεῖσα διαγράψω τὴν τιμὴν σὺν τοῖς ἑπομένοις ἐπὶ τὴν δημοσίαν τράπεζαν. μενεῖ δέ μοι καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταλημψομένοις ἡ ταύτης κράτησις καὶ κυρία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον καὶ βεβαιωθήσεταί μοι ἀπὸ δημοσίων πάντων καὶ παντὸς εἴδους μέχρι τοῦ τῆς παραδείξεως χρόνου, ἕξω δὲ εἰς τὴν τούτων κατεργασίαν καὶ ἀνάκτησιν ἀτέλειαν εἰς ἔτη τρία, μεθʼ ἃ τελέσω ὡς ἐπὶ τῶν ὁμοίων τελέσματα.