Ancient Greek
P.Petaus 21
Documentary Papyri, P.Petaus 21
Not analysed yet
Κολλάνθῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. τοῦ ἐπενεχθέντος μοι ἀπὸ σοῦ ἐπιστάλματος περὶ χρηματισμοῦ ἐωνημένης ἐξ ὀνόματος Ῥούφου Πνεφερῶτος βουλομένου ὠνήσασθαι ἀπὸ χέρσου κατοικικοῦ ὑπολόγου ἐν κοιλώματι περὶ τὴν προκειμένην κώμην Πτολεμαίδα εἰς πλινθουργεῖον ἀρούρης ιϛ ἀντίγραφον ὑπόκειται. ἐπελθὼν οὖν ἐπὶ τὸν δηλούμενον τόπον μεθʼ ὧν δέον ἐστίν, εὗρον αὐτὸ κατʼ ἀγρὸν ἀπὸ χέρσου ὑπολόγου τοῦ εἰς πρᾶσιν ἐπιτετραμμένου καὶ μὴ ἀπʼ ἄλλης ἰδέας τῆς μὴ ἐφειμένης ὠνεῖσθαι, τὸν δὲ ὠνούμενον μὴ εἶναι τῶν κεκωλυμένων μήτε ὑπόβλητον τῶν τοιούτων, μηδὲν δὲ ἕτερον ἐναντίον, τὰς δὲ κατʼ ἀγρὸν γειτνίας συνφώνους εἶναι ταῖς διὰ τοῦ χρηματισμοῦ δηλουμέναις, οὗ μέτρα 𐅵1 ὁμοίως ὁμοίως ὁμοίως, γίνεται τὸ προκείμενον ἀρούρης ιϛ χέρσου. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κ.