Ancient Greek
P.Petaus 76
Documentary Papyri, P.Petaus 76
Not analysed yet
Ἀππιανῷ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Κερκεσούχων Ὄρους καὶ ἄλλων κωμῶν. ἀντὶ Ὥρου ἀπάτορος μητρὸς Ταμούνεως ἐπικαλουμένου Μώρου ἐπιτηρητοῦ οὐσιακῶν κτημάτων μισθώσεως Πτολεμαίου Κρονίου κτήματος Εὐσεβοῦς λεγομένου περὶ κώμην Κερκεσοῦχα πεπληρωκότος τὸν ὡρισμένον χρόνον δίδωμι τὸν ὑπογεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον. ἔστι δέ· Πάσεις Φανήσεως μητρὸς Ταοννώφρεως ἐπικαλούμενος Πιᾶς ἔχων πόρον δραχμῶν χ. ἔτους κδ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Φαμενὼθ κη