Ancient Greek
P.Petaus 77
Documentary Papyri, P.Petaus 77
Not analysed yet
Ἀπολλωνίωι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Κερκεσούχων Ὄρους καὶ ἄλλων κωμῶν. ἀντὶ Ὥρου ἀπάτορος μητρὸς Ταμούνεως ἐπικαλουμένου Μώρου ἐπιτηρητοῦ οὐσιακῶν μισθώσεων Λουριανῆς οὐσίας κτήματος Εὐσεβοῦς λεγομένου περὶ κώμην Κερκεσοῦχα δίδωμι τὸν ὑπογεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον. ἔστι δέ· Ὧρος Μύσθου μητρὸς Θερμούθεως ἐπικαλούμενος Κιάπει ἔχων πόρον δραχμῶν χ. Πεταῦς ἐπιδέδωκα. ἔτους κδ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Παχὼν θ.