Ancient Greek
P.Petaus 84
Documentary Papyri, P.Petaus 84
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. αἰτούμενος ὑπὸ σοῦ ὄνομα εἰς ἐπιστολαφορίαν ἀντὶ Πετεσούχου Ὀρσενούφεως ἀπὸ κώμης Κερκεσούχων Ὄρους ἀκολούθως τοῖς ἐπιδοθεῖσί σοι βιβλιδίοις ὧν ἐστιν ἀντίγραφον· Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἁρποκρᾶ Σισόιτος καὶ Ὥρου Ὥρου καὶ Ἁρπαήσεως Ὀννώφρεως καὶ τῶν λοιπῶν πρεσβυτέρων κώμης Κερκεσούχων Ὄρους. ὁ κατὰ καιρὸν ἀναδιδόμενος ἐπιστολαφόρος ἐπὶ τῆς ἡμετέρας κωμογραμματείας ἐκ περιτροπῆς λειτουργεῖ. ἐπεὶ οὖν πάλαι μὲν ἀπὸ ἐποικίου Ἡρακλέωνος ἦν μέχρι ζ ἔτους, μετηνέχθη δὲ εἰς Σύρων κώμην οὖσαν τῆς κωμογραμματείας μέχρι ιβ ἔτους, καὶ ἀπὸ τοῦ ἑξῆς ιγ ἔτους μετηνέχθη εἰς τὴν ἡμετέραν κώμην καὶ μέχρι νῦν ἡμεῖς παρέσχομεν ἔτεσιν ἤδη δώδεκα ,ἀξιοῦμεν ὀλίγοι ὄντες καὶ μόλις ἐξισχύοντες τὰς ἄλλας λειτουργίας ὑφίστασθαι πλείστας οὔσας, ἐάν σοι δόξῃ κατὰ τὸ ἔθος κελεῦσαι τῷ κωμογραμματεῖ ἀναδραμεῖν ἐπὶ τὰς προτέρας κώμας εἰς τὸ ἐκεῖθεν τὸν ἐπιστολαφόρον δοθῆναι. κατὰ χρόνους γὰρ πάλιν καὶ εἰς τὴν ἡμετέραν κώμην καταντήσει. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ ιθ. ἕως τούτου τὸ βιβλίδιον —δίδωμι τὸν ὑπογεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον. ἔστι δέ· Μιῦσις Ὀρσενούφεως ἀπὸ ἐποικίου Ἡρακλέωνος ἔχων πόρον δραχμῶν υ. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ κ.