Ancient Greek
P.Petaus 85
Documentary Papyri, P.Petaus 85
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Κερκεσούχων Ὄρους καὶ ἄλλων κωμῶν. αἰτούμενος ὑπὸ σοῦ ὄνομα εἰς τὸ καταστῆσαι καμήλους ἀρσένους σὺν τοῖς ἀπὸ τῶν ἄλλων κωμῶν, δίδωμι τὸν ὑπογεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον. ἔστι δέ· Πνεφερῶς Ὀννώφρεως μητρὸς Ταορσαιέπεως. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπὶφ ιβ