Ancient Greek
P.Petr. 2 10 (1)
Documentary Papyri, P.Petr. 2 10_1
Not analysed yet
Φαιῆι οἰκονόμωι παρὰ Παῶτος τοῦ Πετεσούχου καὶ Ἰναρώυτος τοῦ Στοτοήτιος βασιλικῶν χηνοβοσκῶν τῶν ἐκ Φαρφαίθου, καὶ Παῶτος τοῦ Ἁρμάιος καὶ Ἀμολέους τοῦ Πετοσίριος χηνοβοσκῶν βασιλικῶν τῶν ἐκ Περσέας. Ἰσχυρίας ὁ οἰκονόμος ἐπιπορεύεται ἡμῖν συντάσσων διδόναι εἰς τὰ ξένια χῆνας ιβ ἡμῶν οὐ δυναμένων. ἀξιοῦμεν οὖν σε, ἐπεὶ τὸ ἕκτον μέρος ἐπιβάλλει ἡμῖν τῶν ἐπιβαλλομένων χηνῶν εἰς τὰ ξένια τοῖς ἐν τῶι νομῶι χηνοβοσκοῖς διὰ τὸ εἶναι ἥμισυ μερίδος ἀποστεῖλαι ἡμῶν τὸ ὑπόμνημα εἰς τὸ λογιστήριον ἐπισκέψασθαι, καὶ ἐὰν ἦι καθότι γράφομεν ἀληθή, γένεσθαι ἡμῖν κατὰ ταῦτα, ἵνα δυνώμεθα τὰ δίκαια ποιεῖν τῶι βασιλεῖ. εὐτύχει.