Ancient Greek
P.Petr. 2 10 (2)
Documentary Papyri, P.Petr. 2 10_2
Not analysed yet
Φαιῆι οἰκονόμωι παρὰ Ἀμμωνίου τοῦ γραμματεύοντος Φαυῆι τῶν περὶ Ὀξύρυγχα. παραγενομένου μου εἰς τὸ λογιστήριον ἀπολογίσασθαι, τῆι δὲ κζ ὥρας πρώτης ὄντος μου ἐν τῶι λογιστηρίωι παρεγενήθη ὑπηρέτης παρα Κάλλωνος καλῶν με. θεὶς τὰ βιβλία ἐξῆλθον καὶ γενομένου μου πρὸς τῆι θύραι τοῦ στρατηγίου συνέταξεν ὁ ὑπηρέτης ἀπαγαγεῖν με, καὶ νῦν ἐν τῶι ἐφημερευτηρίωι εἰμί. εὐτύχει.