Ancient Greek
P.Petr. 2 12 (2)
Documentary Papyri, P.Petr. 2 12_2
Not analysed yet
Ἀφθονήτωι στρατηγῶι παρὰ Ἀγχ…ος. ἐπεὶ διεληλύθασιν αἱ ἡμέραι ἃς ᾐτήσατο ὁ ἀντίδικός μου Πᾶσις Ἁρχώνσιος περὶ τὴν ὑπάρχουσάν μοι κατʼ αὐτοῦ ἐπὶ σοῦ κρίσιν, ἀξιῶ σε δεομένη ἀνακαλεσάμενον ἐμέ τε καὶ τὸν ἀντίδικον ἐπισκέψασθαι περὶ ὧν ἐγκέκληκα αὐτῶι ἵνα μὴ τὸν πλείω χρόνον καταφθείρωμαι, ἀλλὰ διὰ σὲ τοῦ δικαίου τύχω. εὐτύχει.