Ancient Greek
P.Petr. 1 26
Documentary Papyri, P.Petr. 2 12_1
Not analysed yet
Ἀγήνωρ Θεοδώρωι χαίρειν. τῆς παρὰ Ἀφθονήτου γραφείσης μοι ἐπιστολῆς, ὑφʼ ἣν καὶ τὸ παρὰ Ἀνδρονίκου Ἀφθονήτωι ὑπόμνημα ὑπογέγραπται, ἀπέσταλκά σοι τὸ ἀντίγραφον …οστο…υν…συς… …μωσ…τ…ν…υντ… οἴκον βωμο… …τος κα…τις… Ἀφθόνητος ἐπεὶ κλι… …ι…ι…ν…ς…ιοι…ι …απ…οιαι…ε…ασαω…η…ας τῶν βωμῶν πρὸς τὸ μὴ ἐπισταθμεύεσθαι …γράψον ἡμῖν. ἔρρωσο. ἔτους ϛ Ἀρτεμισίου κβ Ἀφθόνητος. τοῦ προσενεγχθέντος ὑπομνήματος παρὰ Ἀνδρονίκου ἀπέσταλκά σοι τὸ ἀντίγραφον. ἐπισκεψάμενος οὖν, εἰ ἔστιν ταῦτα οὕτως ἔχοντα, συντέλεσον κατὰ ταῦτα. ἔτους ϛ Ἀρτεμισίου β… ὑπόμνημα Ἀφθονήτωι στρατηγῶι παρὰ Ἀνδρονίκου. εὑρίσκομεν ἐν Κροκοδίλων πόλει τινῶν τῶν οἰκιῶν τῶν πρότερον ἐπεσταθμευμένων καθειρηκότας τὰς στέγας ὑπὸ τῶν κυρίων, ὡσαύτως δὲ καὶ ἐνῳκοδομηκότας τὰς θύρας τῶν οἰκιῶν, βωμοὺς προσῳκοδομήκασιν. τοῦτο δὲ πεποιήκασιν πρὸς τὸ μὴ ἐπισταθμεύεσθαι. εἰ οὖν σοι δοκεῖ, ἐπεὶ στενοχωροῦμεν σταθμοῖς, γράψον Ἀγήνορι, ἐπαναγκάζειν τοὺς κυρίους τῶν οἰκιῶν μεταθεῖναι τοὺς βωμοὺς ἐπὶ τοὺς εὐκαιροτάτους τόπους καὶ ἐπιφανεστάτους ἐπὶ τῶν δωμάτων καὶ ἀνοικοδομῆσαι βελτίους τῶν προυπαρχόντων βωμῶν, ὅπως ἂν ἔχωμεν ἀποδιδόναι εἰς τοὺς νῦν παραγινομένους ἐπιστάτας τῶν ἔργων. ἔτους ϛ Χοιὰχ θ ἐκομίσαμεν. παρʼ Ἀγήνορος Θεοδώρωι