Ancient Greek
P.Petr. 2 19 (1)
Documentary Papyri, P.Petr. 2 19_1
Not analysed yet
Διονύσιος Κλεωνύμωι χαίρειν. ἀξιῶ σε μετὰ δεήσεως καὶ ἱκετείας οὕνεκα τοῦ θεοῦ καὶ τοῦ καλῶς ἔχοντος δοὺς τὰ πιστὰ Μηζάκωι μηθέν με εἰρηκέναι σοι καθʼ αὐτοῦ μηδέποτε ἄτοπον ὅπερ καὶ ἀληθινόν ἐστιν καὶ ὡς ἂν τοῦτο ποιήσηις ἀξιώσας αὐτὸν μεταπέμψασθαί με καὶ διέσθαι με ἐκ τῆς φυλακῆς. συνέχομαι γὰρ ἐν φυλακῆι ἔχων οὐθὲν τῶν δεόντων …μέγιστον παρὰ τοῖς θεοῖς ἵνα μὴ συμβῆι μοι καταφθαρῆναι ἐν τῆι φυλακῆι ἔρρωσο.