Ancient Greek
P.Petr. 2 19 (2)
Documentary Papyri, P.Petr. 2 19_2
Not analysed yet
…οντας …αβας… …σοι ἀφελόμενος καλῶς οὖν ποιήσεις ἐπιστροφήν μου ποιησάμενος· ἔρρειμαι γὰρ κακῶς διακείμενος ἀπʼ ἐκείνου καὶ οὔτε ἐργάτην ἔστιν εὑρεῖν διὰ τὴν ἐνεστῶσαν κακίαν τοῦ μαλακίζεσθαι πάντας, ἀλλὰ κατέφθαρταί μου τὸ ἐργαστήριον χρόνον οὐκ ὀλίγον. δέομαι οὖν σου βοηθῆσαί μοι ἵνα μὴ συμβῆι μοι καὶ ἐν τῆι φυλακῆι καταφθαρῆναι μὴ ἀναπληρώσαντα. ἔρρωσο