Ancient Greek
P.Petr. 2 25 a
Documentary Papyri, P.Petr. 2 25a
Not analysed yet
…κεφάλων ἡνίοχος εἰς αὑτὸν καὶ …ἱπποκόμων ιγ ἔτους κα Τῦβι κδ. ὁμολογεῖ Κεφάλων ἡνίοχος ἔχειν παρὰ Χάρμου τοῦ παρʼ Ἀσκληπιάδου οἰκονόμου τοῦ Ἀρσινοίτου ἐν Πτολεμαίδι τῆι ἐπὶ τοῦ ὅρμου κατὰ τὴν παρὰ Ἀρτέμωνος τοῦ ἐπιστάτου τῶν κατὰ τὴν χώραν ἐντολὴν εἰς ἅρματα τὰ ἀκολουθοῦντα αὑτῶι ε ἵππων ε καὶ συνωρίδας γ ἵππων γ εἰς αὑτὸν καὶ ἡνιόχους ζ ἑκάστωι ἄρτων καθαρῶν χοίνικα α 𐅵γίνεται δ χοίνικες β, ἐλαίου ἑκάστωι δ γίνονται κοτύλαι β, οἴνου ἑκάστωι κοτύλας δ γίνονται χόες β κοτύλαι η καὶ εἰς ἱπποκόμους ιγ ἑκάστωι ἄρτων αὐτοπύρων χοίνικας β γίνονται 𐅵χοίνικες ϛ, ἐλαίου ἑκάστωι η γίνεται κοτύλη α 𐅵η καὶ εἰς πάντας δέλφακα καὶ εἰς ἵππον ἐνοχλούμενον ἐκλουθέντα εἰς χρῖσιν ἐλαίου κοτύλας γ οἴνου κοτύλας γ καὶ εἰς παράκαυσιν εἰς λύχνους κίκιος κοτύλας β.