Ancient Greek
P.Petr. 2 25 b
Documentary Papyri, P.Petr. 2 25b
Not analysed yet
ἔτους κα Μεχὶρ γ. ἀπὸ Τῦβι κδ ἕως Μεχὶρ γ Κεφάλων ἡνίοχος εἰς ἡνιόχους β καὶ εἰς ἄλλους ϛ καὶ ἱπποκόμους ι γίνονται ιη ἔτους κα Μεχὶρ γ. ὁμολογεῖ Κεφάλων ἡνίοχος ἔχειν παρὰ Χάρμου τοῦ παρʼ Ἀσκληπιάδου οἰκονόμου τοῦ Ἀρσινοίτου νομοῦ ἐν Πτολεμαίδι τῆι ἐπὶ τοῦ ὅρμου εἰς ἡνιόχους δύο τοὺς ὑπολειφθέντας ἐν Πτολεμαίδι ἀπὸ κε τοῦ Τῦβι ἕως Μεχὶρ γ ἑκάστωι τὴν ἡμέραν ἄρτων σεμιδαλίτων χοίνικα α 𐅵γίνονται χοίνικες γ, οἴνου κοτύλας δ γίνονται κοτύλαι η, ἐλαίου δ γίνεται κοτύλης 𐅵,ἡμερῶν δὲ θ ἄρτων Αρτάβης 𐅵χοίνικας ζ, οἴνου χόας ϛ ἐλαίου κοτύλας δ 𐅵καὶ εἰς ἱπποκόμους …δ ἑκάστωι ἄρτων αὐτοπύρων χοίνικας β γίνονται χοίνικες η, ἐλαίου ἑκάστωι η γίνεται κοτύλης 𐅵,ἡμερῶν δὲ θ ἀρτάβην α 𐅵δ χοίνικας β, ἐλαίου κοτύλας δ 𐅵,καὶ εἰς ἵππον ἐνοχλούμενον ἐκλουθέντα καὶ φλεβοτομηθέντα ἀπὸ κϛ τοῦ Τῦβι ἕως λ τὴν ἡμέραν οἴνου κοτύλην α 𐅵,ἐλαίου κοτύλην α 𐅵,ἡμερῶν δὲ ε ἐλαίου κοτύλας ζ 𐅵,οἴνου κοτύλας ζ 𐅵,καὶ εἰς παράκαυσιν τὴν ἡμέραν κίκιος κοτύλης 𐅵κοτύλαι β 𐅵…ἐνοχληθέντι ἀπὸ α τοῦ Μεχὶρ ἕως γ τὴν ἡμέραν ἐλαίου κοτύλην α γίνονται κοτύλαι γ οἴνου κοτύλην α γίνονται κοτύλαι γ καὶ εἰς τοὺς παραγενομένους μετὰ Ἀρτέμωνος ἡνιόχους ϛ ἑκάστωι ἄρτων σεμιδαλίτων χοίνικα α, γίνονται χοίνικες ϛ οἴνου κοτύλας δ γίνονται χόες β ἐλαίου δ γίνεται κοτύλη α 𐅵καὶ εἰς ἵππους