Ancient Greek
P.Petr. 2 4 (8)
Documentary Papyri, P.Petr. 2 4_8
Not analysed yet
……ἔτους λ Θῶυθ β …λατόμοι ρμ Φιλόξενος καὶ οἱ λοιποὶ νεανίσκοι Κλέωνι χαίρειν. οἱ ρμ λατόμοι… οὐδενὶ τρόπωι ἐργάζονται διὰ τὸ μὴ ἔχειν τὰ δέοντα. τὸ γὰρ προδοθὲν αὐτοῖς δόμα ἀνήγγελλον ἡμῖν καταβεβρωκέναι σχολάζοντες οὐδενὸς παραδεικνύοντος ἔργα. δοκιμάζομεν οὖν καλῶς ἔχειν προέσθαι σε ἐκ τοῦ βασιλικοῦ εἰς ἕκαστον πυροῦ ἀρτάβην α, ὅπως τὰ ἔργα συντελέσωσιν καὶ μὴ παρὰ ταύτην τὴν αἰτίαν παρέλκωσιν τοῦ διοικητοῦ σπεύδοντος περὶ τῶν οἰκήσεων. παρὰ πάντας γὰρ τοὺς λατόμους ἔδει γίνεσθαι πρὸς τοῖς ἔργοις. ἔρρωσο.