Ancient Greek
P.Petr. 2 4 (9)
Documentary Papyri, P.Petr. 2 4_9
Not analysed yet
Κλέωνι χαίρειν οἱ λατόμοι οἱ ἐν Πάστωντι ἐργαζόμενοι. παρελάβομεν παρὰ σοῦ τὰς πέτρας ἐν Τιτνούει καὶ λελατόμηται ἤδη. νυνὶ δὲ ἀργοῦμεν διὰ τὸ μὴ ἔχειν σώματα ὥστε ἀνακαθᾶραι τὴν ἄμμον τὴν ἐπάνω τῆς λοιπῆς πέτρας ἀπὸ μηνὸς Ἐφεὶπ ἕως Θῶυθ ι. τὰς δὲ ἡμέρας ἃς εἰργασμένοι εἰσὶν δέκα τῆι διμήνωι ἐπέσται. οἶδας δὲ διότι ὁ τόπος ἔρημος ἐστιν καὶ οὐκ ἔχομεν σῖτον. βουλόμεθα οὖν συντελέσαι τὰ ἔργα ἵνα τὴν ταχίστην ἀπέλθωμεν ἀπόστειλον δὲ λειτουργοὺς ἡμῖν ἐν τάχει ἵνα μὴ ἐνκαταλίπωμεν καὶ ἡμεῖς. εὐτύχει. ἔτους λ Θῶυθ θ Κλέωνι. ἔτους λ Θῶυθ θ παρὰ τῶν λατόμων ἔντευξις