Ancient Greek
P.Petr. 2 6
Documentary Papyri, P.Petr. 2 6
Not analysed yet
Διονύσιος Δώρωι χαίρειν. ἀπέσταλκά σοι τοῦ δοθέντος μοι ὑπομνήματος παρὰ Πετεχώνσιος τὰ ἀντίγραφα. ἔρρωσο. ἔτους λ Ἁθὺρ δ. ὑπόμνημα Διονυσίωι παρὰ Πετεχώνσιος τοῦ ὑπαρχιτέκτονος. δεῖ καταστῆσαι χωματοφύλακας δύο ἀπὸ τῆς ση… ἕως Ἡφαιστιάδος ἵνα περιοδεύωσιν διὰ παντὸς ἐπισκεπόμενοι μὴ …καὶ συντελέσαι τὸ λοιπὸν τῆς Κλέωνος διώρυγος τῆς διασχιζομένης …ἵνα ποτίσωμεν τὴν ὕφαμμον γῆν τὴν κατὰ κεφαλὴν τῶν κωμητῶν …καὶ ἄλλα πάντα …τα δυ… ὥστε να…ν… τὴν ἄμμον τὸ ὕδωρ εἰς τὴν δαγ…δ…νι δὲ κατὰ …ωσιν τὰ χώματα ἀπὸ Βακχιάδος ἕως Παθώντιος καὶ …ριαγωγωι τῆι Πατροκλέους. δεῖ δὲ καὶ ὀχετὸν ποιῆσαι …ὕδωρ εἰς τὴν λίμνην καὶ μὴ ἐπικωλύηται …φρυγανίσαι ἔτι πλ Α ἐπάνω τοῦ παραφρυγανισμοῦ …ἐπὶ τὰ τεναγη καὶ διομβρήσηι τὸ χῶμα. γέγραφα οὖν σοι …στα πηγῶν, ἵνα ἔχωμεν βοηθῆσαι ἐάν τι γένηται …ἔρρωσο. ἔτους λ Ἁθὺρ δ ὑπόμνημα παρὰ Πετεχώνσιος γ ἔτους λ Ἁθὺρ …Δώρωι