Ancient Greek
P.Petr. 2 9 (2-3)
Documentary Papyri, P.Petr. 2 9
Not analysed yet
Ἑρμογένης Θεωδώρωι χαίρειν. ὑποτέταχά σοι τῆς παρὰ Ἁρμαχόρου ἐπιστολῆς τὸ ἀντίγραφον. καλῶς οὖν ἔχει εἰ θέλεις ἃ ᾐτήθησαν εὐσυνθετῆσαι αὐτοῖς. πλέονα γὰρ χρόνον εἰργασμένων αὐτῶν ἐν τοῖς χαλκωρυχίοις καὶ εἰληφότων ἐλπίδα ἕως λ τοῦ Παχὼν ἐργασαμένων ἃ εἶχον ἐν ταῖς χερσὶν ἔργα καθότι συνεκρίθη ἐπὶ Λογβάσεως καὶ Ἑρμαφίλου μεταπορεύεσθαι εἰς Ἀλαβανθίδα διὰ τὴν ἀνυδρίαν τῶν τόπων τῶνδε καὶ σοῦ ἠξιωκότος τὸν γραμματέα προσυπομεῖναι ἕως ι τοῦ Παῦνι καὶ οὐκ ἀντειπόντος καλῶς ἔχειν ὑπολαμβάνω ὃν τρόπον αὐτοῖς παρωμολογησάμεθα ποιῆσαι τούς τε ἐγμετρητὰς ἀποστεῖλαι τὸ τάχος ὅπως ἐγμετρηθέντος αὐτοῖς τοῦ ἔργου μὴ καθῶνται τὸν πλείω χρόνον. ἔρρωσο. ἔτους ζ Παῦνι θ. ἔτους ζ Παῦνι ια. Ἑρμογένηι ἀντίγραφον τῆς παρὰ Ἁρμαχόρου ἐπιστολῆς. Θεοδώρωι