Ancient Greek
P.Petr. 2 13 (3)
Documentary Papyri, P.Petr. 52
Not analysed yet
Νικήρατος Κλέωνι χαίρειν. τὸ πρὸς νότον τοῦ ὀχυρώματος τεῖχος, μέρος μέν τι αὐτοῦ πεπτωκός ἐστιν, τὸ δʼ ἐπίλοιπον φέρεται ὥστε κινδυνεύει πεσόντος αὐτοῦ διαφωνῆσαί τι τῶν σωμάτων. καλῶς οὖν ποιήσεις τὴν ἀπέγδοσιν αὐτοῦ ποιησάμενος καὶ δοὺς Διονυσίωι τῶι οἰκοδόμωι ὅπως ἐνέργηι εὐθέως γὰρ ἕξομεν ἐξαγαγόντες καὶ πλέονι τόπωι ἀποχρήσασθαι πρὸς τοὺς παραδεδομένους νῦν δεσμωτας ὑπʼ Ἀπολλωνίου τοῦ διοικητοῦ. ἔρρωσο. ἔτους λ Ἁθὺρ ιϛ ἔτους λ, Ἁθὺρ ιη. …τὸ παρὰ Νικηράτου. Κλέωνι