Ancient Greek
P.Petr. 2 13 (1)
Documentary Papyri, P.Petr. 55
Not analysed yet
Κλέωνι χαίρειν οἱ δεκάταρχοι τῶν ἐλευθερολατόμων. ἀδικούμεθα. τὰ γὰρ ὁμολογηθέντα ὑπὸ Ἀπολλωνίου τοῦ διοικητοῦ οὐθὲν γίνεται ἡμῖν. ἔχει δὲ τὴν γραφὴν Διότιμος. σπούδασον οὖν ἵνα καθὰ ἐξειλήφαμεν ὑπὸ Διονυσίου καὶ Διοτίμου χρηματισθῇ ἡμῖν καὶ μὴ τὰ ἔργα ἐνλειφθῆι καθὰ καὶ ἔνπροσθεν ἐγένετο. ἐὰν γὰρ αἴσθωνται οἱ ἐργαζόμενοι οὐθὲν ἡμᾶς εἰληφότας τὸν σίδηρον ἐνέχυρα θήσουσιν. ἔτους λ Παχὼνς ιθ Κλέωνι.