Ancient Greek
P.Petr. 2 4 (7)
Documentary Papyri, P.Petr. 58
Not analysed yet
Κλέωνι χαίρειν Δημήτριος. καὶ πρότερον μέν σοι γέγραφα περὶ τῆς ἀπαγωγῆς περὶ ἧς νυνὶ ἀπῆγμαι. οἶδας καὶ σὺ ὅτι καὶ ἐπεὶ τῶν ἔργων τεθλιμμένοι ἤμεθα καὶ νῦν παντελῶς τέθλιμμαι ἀπηγμένος εἰς τὸ δεσμωτήριον. ὑπολαβὼν οὖν τῆι διανοίαι ὡς σαυτοῦ παῖδα ἐξαγαγών με ἐκ τοῦ δεσμωτηρίου. οὐ γὰρ μὴ βλαβῇς οὐθέν· πολλῶν γάρ εἰμι ἐνδεὴς ἐν τῶι δεσμωτηρίωι. εὐτύχει