Ancient Greek
P.Petr. 2 13 (6)
Documentary Papyri, P.Petr. 59
Not analysed yet
Ἀρχέστρατος Κλέωνι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ λόγον ἐστίν, πολλὴ χάρις τοῖς θεοῖς· ἐρρώμεθα δὲ καὶ αὐτοί. ἐγὼ βουλόμενος Καλλιδόμωι …εταξα τῶν ἐκ τῆς Πτολεμαίδος αὐτ… πυθέσθαι περὶ τῆς ἐργολαβίας ἧς ἠργολαβήκει Ἀπολλώνιος ὁ τοὺς λίθους. ἀναγγείλαντος δέ μοι τούτου ὅτι εἴη λυσιτελὴς ἡ ἐργολαβία καὶ π… αὐτῶι ἐπιτελεῖ τὸ ἔργον ἐνεχείρησα ἐλθεῖν πρὸς σὲ ἵνα περὶ τούτων σοι λαλήσω, ἐνοχληθεὶς δὲ ὑπὸ …του τινος ἐλθεῖν μὲν πρὸς σὲ οὐκέτι ἠδυνήθην …τόπωι αὐτὸς, γέγραφα δέ σοι. ἐδόκει γὰρ ἡμῖν σύμβουλόν σε εἰς τὸ πρᾶγμα λαβεῖν καὶ μηθὲν ἄνευ σοῦ πρᾶξαι, ἀλλʼ ὡς ἂν σοὶ βουλευσαμένωι φαίνηται καὶ ἡμῖν συντάξηις οὕτως ποιεῖν. καλῶς ἂν οὖν ποιήσαις φροντίσας καὶ τὰς ψήφους ἑλκυσθῆναι καὶ πλῆθος ἱκανὸν ἀφαιρεθῆναι ἀπὸ τοῦ λιθουργείου εἰς τὸ ἔργον ἵνα μὴ ἕλκηται, οὕτως δὲ ὡς καὶ συγγέγραπται τῆς μερίδος ἐσομένης. ἐὰν οὖν μοι ἐν τάχει γράψηις, ἐγὼ αὐτὸν ἐνοχλήσω ἐχθέματά τε ἐκθεὶς καὶ διαμαρτυρόμενος καὶ Ἀμαδόκωι ἐντεύξομαι λέγων ὅτι τὸν βασιλέα κουφίζομεν καὶ ἐπιστ… ληψόμεθα πρὸς σὲ περὶ τούτων. …ἔρρωσο Ἀρχεστράτου. Κλέωνι ἦλθεν Φαῶφι ιβ.