Ancient Greek
43_2.r.1.1 to 43_2.r.2.31
Documentary Papyri, P.Petr. 3 43_2.r.1.1-43_2.r.2.31
Not analysed yet
…ἐν τῶι νομῶι γίνονται ϡμα ὀβολοὶ δ ἐφʼ ὧι ἀποτείσουσι τὸ ἥμισυ τοῦ παραδοθησομένου εἰς τὰ ἔργα ἐν τῶι γ ἔτει ἀπὸ τιμῆς ἐλαικῶν φορτίων ὧν ἂν μετρήσωσι εἰς τὸ βασιλικόν. ἐὰν δὲ μὴ μετρήσωσι φορτία, ἀποτείσουσι τὸ ἀργύριον ὅταν ἀπαιτηθῶσιν ἡμιόλιον. τὰ δὲ ἔργα συντελοῦσιν οὐθὲν ἐπικωλύοντες βρέχειν τὴν γῆν ἑαυτοῖς πάντα παρεχόμενοι ἀφʼ ἧς ἂν ἡμέρας τὸ ἀργύριον λάβωσιν ἐν ἡμέραις λ. δοθήσεται δʼ ἐκ τοῦ βασιλικοῦ ὧν τιμὴ οὐ προσλογισθήσεται σκαφεῖα κ ἃ ἀποδώσουσιν ὡς ἂν συντελεσθῆι τὰ ἔργα ἄγοντα τὸν ἴσον σταθμόν. τοῦ δὲ ἀργυρίου δοθήσεται αὐτοῖς ὅταν τὴν συγγραφὴν σφραγίσωνται τὸ ἥμισυ τῆς ἐργολαβίας χαλκοῦ εἰς κδ ὀβολοὺς τοῦ στατῆρος. ὅταν δὲ τοῦ δεδομένου ἀργυρίου ἀπεργάσωνται, λήμψονται τὸ λοιπόν. ε… ἐὰν δὲ μὴ ἐργάσωνται ἢ μὴ ποιῶσιν κατὰ τὰ γεγραμμένα, ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα …καὶ ὅσωι ἂν πλεῖον εὕρηι ἐπαναπωλούμενον ἢ ἐπιμισθούμενον ἀνηλωθῆι ἀποτείσουσιν οἱ προγεγραμμένοι τό τε ἀργύριον ὃ ἂν προειληφότες ὦσι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτῶν ὁ βασιλεὺς διαγνώσεται. …λήμψονται …πιος ὁ παρὰ Σοήριος ἐξέλαβεν. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς Μεσορὴ κα ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ. ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ διὰ Ἑρμαφίλου τοῦ οἰκονόμου παρόντος Θεοδώρου τοῦ ἀρχιτέκτονος καὶ Ἰμούθου τοῦ παρὰ Πετοσείριος βασιλικοῦ γραμματέως Πτολεμαίωι …ωι Δημη… …ηναιος καὶ …θρωι Νι…λης …ι τῶν ει… ἐργάσασθαι τὴν ἄμμον τοῦ ὑδραγωγοῦ ἐπὶ τῆς κατὰ Ἡφαιστιάδα διώρυγος παρὰ τὴν πέτραν τῆς Τιμοθέου νομαρχίας πρὸς τὴν βροχὴν τῆς τῶν κληρουχικῶν ἱππέων γῆς μῆκος ἐπι σχοινία ν καὶ ἀπο… ἐπὶ τοῦ πρὸς ἀπηλιώτην μέρους τῶν ……ν μῆκος ἐπὶ σχοινία …ϛ καὶ ἐπὶ τοῦ πρὸς λίβα μέρους ὁμοίως …ὥστʼ εἶναι τὰ πάντα σχοινία ……ἀωίλια …εἰς π… τῶν δ δραχμῶν γίνονται …ἐφʼ ὧι ἀποτείσουσι τὸ ἥμισυ τοῦ παραδοθησομένου εἰς τὰ ἔργα ἐν τῶι γ ἔτει ἀπὸ τιμῆς ἐλαικῶν φορτίων ὧν ἂν μετρήσωσι εἰς τὸ βασιλικόν. ἐὰν δὲ μὴ μετρήσωσι φορτία ἀποτείσουσι τὸ ἀργύριον ὅταν ἀπαιτηθῶσιν ἡμιόλιον. τὰ δὲ ἔργα συντελέσουσιν οὐθὲν ἐπικωλύοντες βρέχειν τὴν γῆν ἑαυτοῖς πάντα παρεχόμενοι ἀφʼ ἧς ἂν ἡμέρας τὸ ἀργύριον λάβωσιν ἐν ἡμέραις λ.