Ancient Greek
43_2.r.2.32 to 43_2.r.4.6
Documentary Papyri, P.Petr. 3 43_2.r.2.32-43_2.r.4.6
Not analysed yet
δοθήσεται δʼ ἐκ τοῦ βασιλικοῦ ὧν τιμὴ οὐ προσλογισθήσεται σκαφεῖα ιγ ἃ ἀποδώσουσιν ὡς ἂν συντελεσθῆι τὰ ἔργα ἄγοντα τὸν ἴσον σταθμόν. τοῦ δὲ ἀργυρίου τὸ ἥμισυ λήμψονται ὅταν τὴν συγγραφὴν σφραγίσωνται καὶ τοὺς ἐγγύους καταστήσωνται τῆς ἐργολαβίας χαλκοῦ εἰς κδ ὀβολοὺς τοῦ στατῆρος. ὅταν δὲ τοῦ δεδομένου ἀργυρίου ἀπεργάσωνται ……ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα καὶ καθʼ ἡμέραν ἐπιμισθοῦσθαι καὶ ὅσωι ἐὰν πλεῖον εὕρηι ἐπαναπραθὲν ἢ ἐπιμισθούμενόν τι ἀνηλωθῆι ἀποτείσουσιν οἱ ἐργόλαβοι τό τε ἀργύριον ὃ ἂν προειληφότες ὦσι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτῶν ὁ βασιλεὺς διαγνώσεται. ἐὰν δὲ μὴ ……πρὸς …υσι κατὰ λόγον …τῆς Ὥρου νομαρχίας βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς …ἐν Κροκοδείλων πόλει τοῦ Ἀρσινοίτου. ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ ὑπὸ κήρυκα διὰ Ἑρμαφίλου οἰκονόμου, παρόντος Θεοδώρου τοῦ ἀρχιτέκτονος, Λων…ς τοῦ παρὰ Πετοσίριος τοῦ βασιλικοῦ γραμμματέως τὰς δύο γεφύρας τὰς ἐν Κερ…ν καθελεῖν καὶ παραφρυγανίσαι κατὰ τὰ ὑποκείμενα καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις η καὶ παραφρυγανίσαι κατὰ τὴν …ρ…υγ…ν ἀπὸ τοῦ ἀγκῶνος ἐπὶ σχοινία λε, τὰς δύο γεφύρας τὰς ἐν …καθελεῖν καὶ πάλιν παραφρυγανίσαι κατὰ τὰ ὑποκείμενα καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις ιδ, τὴν γέφυραν τὴν ἐν Ἱερᾶι Νήσωι καθελεῖν καὶ πάλιν παραφρυγανίσαι κατὰ τὰ ὑποκείμενα καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις η καὶ παραφρυγανίσαι τὰ ἐγβεβρεγμένα ὑπὸ τοῦ ὕδατος σχοινία ε, τὸν καθʼ Ἱερὰν Νῆσον παραφρυγανισμὸν καθελεῖν καὶ πάλιν παραφρυγανίσαι ἐν τοῖς ἀσθενεστάτοις τόποις ἐπὶ σχοινία ιε, τὴν γέφυραν τὴν ἐν Θμοινώτιδι καθελεῖν καὶ πάλιν παραφρυγανίσαι καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις ιδ, τὴν γέφυραν τὴν ἐν Φνεβγεῖ καὶ τὴν ἄγουσαν εἰς Χαναανᾶιν καθελεῖν καὶ πάλιν παραφρυγανίσαι καὶ ἐπάνω διαζεῦξαι τὸ πλάτος πήχεις η, τὴν γέφυραν τὴν ἐν τῶι Βουκότωι ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν ἐν τῆι Φυλακιτικῆι Νήσωι καθελεῖν καὶ πάλιν παραφρυγανίσαι κατὰ τὰ ὑποκείμενα, τὴν γέφυραν τὴν ἐπὶ τοῦ ὑδραγωγοῦ τοῦ εἰς τὸ Πτεροφορίωνος ἐποίκιον ἐργάσασθαι, ὡσαύτως τὰς τρεῖς γωνίας τὰς ἐπὶ τῆς διώρυγος τῆς ἀγούσης εἰς Λυσιμαχίδα ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν πρὸς τῶι Καλλιφάνους ἐποικίωι ἐργάσασθαι, ὡσαύτως τὴν γέφυραν τὴν ἐπὶ τοῦ