Ancient Greek
43_2.v.2.26 to 43_2.v.5.5
Documentary Papyri, P.Petr. 3 43_2.v.2.26-43_2.v.5.5
Not analysed yet
…Βφπ εἰς τὸ αὐτὸ μυριὰς α Βυ …ἐξέλαβεν Ἀσκληπιάδης Πρωτίωνος εἰς οε τῶν δ δραχμῶν γίνονται δραχμαὶ χξα διώβολον ἐφʼ ὧι ἐργᾶται τὴν ἡμέραν ἀφʼ ἧς ἂν ἡμέρας τὸ ἀργύριον λάβηι σώμασι ρ ἐργαζομένου τοῦ σώματος ἀωίλια γ ὥστε συντελεῖσθαι ἐν ἡμέραις μ, διαλείπων σελίδας διʼ ὅλου τοῦ πλάτους τὸ δὲ ἀργύριον δοθήσεται αὐτῶι ὅταν τὴν συγγραφὴν σφραγίσηται καὶ τοὺς ἐγγύους καταστήσηι καὶ τὴν ἐργολαβίαν πᾶσαν χαλκοῦ εἰς κδ ὀβολοὺς τοῦ στατῆρος. ἐὰν δὲ μὴ ἐργάσηται ἢ μὴ ποιῆι κατὰ τὰ γεγραμμένα ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα καὶ καθʼ ἡμέραν ἐπιμισθοῦσθαι καὶ ὅσωι ἂν πλεῖον εὕρηι ἐπαναπωλούμενον ἢ ἐπιμισθούμενόν τι καθʼ ἡμέραν ἀνηλώθηι ἀποτείσει ὁ ἐργόλαβος τό τε ἀργύριον ὃ ἂν προειληφότες ὦσι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτοῦ ὁ βασιλεὺς διαγνώσεται βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους β ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Θυίωνος μηνὸς Ἁθὺρ κϛ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου. ἐξεδόθη ἐκ τοῦ βασιλικοῦ ὑπὸ κήρυκα διὰ Ἑρμαφίλου οἰκονόμου παρόντος Πετοσίριος τοῦ βασιλικοῦ γραμματέως καὶ Θεοδώρου ἀρχιτέκτονος ἐν τῶι Βερενίκης τῆς νέας ποταμῶι τῆς Ἀριστάρχου νομαρχίας τῶι ἄγοντι ἀπὸ τοῦ κατὰ Πόαν θησαυροῦ παρὰ κώμην τὴν καλουμένην Περσέαν …τῆς ἄμμου ἀνακαθαρα… ἀποδειχθεντ… διὰ τὸ ὕφαμμον εἶναι μῆκος πήχεις ρ πλάτος πήχεις ξ βάθος πήχεις …ὧν ἐστιν ἀωίλια τῶι τρισκαιδεκαπαλαστῶι μέτρωι …ἐμβαδον …χ καὶ παραβαλεῖ παρὰ τὸ πρὸς βορρᾶν μέρος καὶ συντελέσει διάχωμα μῆκος ἐφωμαλίαν πήχεις ε πλάτος κάτω πήχεις ξ ἄνω πήχεις μ ὥστʼ εἶναι ἐφωμαλίαν πήχεις ν ὕψος πήχεις ιϛ εἰς οὓς ἄξει γῆς ἕνεκεν διὰ σωμάτων α…ε…υς σλε ἀπέχων ἀπὸ τῆς ἀρχῆς τοῦ χώματος ἑκατέρωθεν πήχεις γ καὶ παραφρυγανίσαι τὸ χῶμα τῆι μυρικίνηι κόμηι καὶ ἀπὸ …ονι…αι ἀνοῦχι ἐξ ἑκατέρου μέρους ἐπὶ πᾶν τὸ μῆκος εἰς ὕψος κατὰ δὲ τὸν …ς τοῦ παραφρυγανισμοῦ πήχεις δ …ἀνοῦχι κατα… ἐπιτιθεμένωι …ὀβολοὺς τοῦ στατῆρος …ἔργων ἐργάσηται …λόγον δρυοστ… ἐὰν δὲ τὸ ἀπὸ τοῦ …ἐὰν δὲ τ…ωστοαλαηι…α…ον ἕως μὲν τοῦ ἡμίσους τῶν ἔργων συντελε… τὸ δὲ λοιπὸν ἅμα τῆι α… χορηγηθήσεται δʼ ἐκ τοῦ βασιλικοῦ ὧν τιμὴ οὐ προσλογισθήσεται ἐὰν χ…λικου ἕως ὄργανα ρ καὶ σκαφεῖα ἃ ἀποδώσουσιν εἰς τὸ βασιλικὸν