Ancient Greek
43_2.v.5.6 to 43_2.v.5.13
Documentary Papyri, P.Petr. 3 43_2.v.5.6-13
Not analysed yet
…ὡς ἂν συντελεσθῆι τὰ ἔργα ἄγοντα τὸν ἴσον σταθμόν. ἐξέλαβεν Ἀρίσταρχος νομάρχης. ἐὰν δὲ μὴ ἐργάσηται ἢ μὴ ποιῆι κατὰ τὰ γεγραμμένα ἐξέστω τῶι ἐπὶ τούτων τεταγμένωι ἐπαναπωλεῖν τὰ ἔργα καὶ καθʼ ἡμέραν ἐπιμισθοῦσθαι καὶ ὅσωι ἂν πλεῖον εὕρηι ἐπαναπωλούμενον ἢ ἐπιμισθούμενον ἀνηλωθῆι ἀποτείσει ὁ ἐργόλαβος τό τε ἀργύριον ὃ ἂν προειληφὼς ἦι παραχρῆμα ἡμιόλιον καὶ τὸ βλάβος καὶ περὶ αὐτοῦ ὁ βασιλεὺς διαγνώσεται.