Ancient Greek
P.Petr. 2 9 (2-3)
Documentary Papyri, P.Petr. 3 43_3
Not analysed yet
Ἁρμάχορος. ἔγραψάς μοι μὴ ἀποσπᾶσαι τὸ πλήρωμα ἐκ Φιλωτερίδος ἕως οὗ τὰ ἔργα συντελέσαιό. γίνωσκε οὖν τά τε ἔργα ἃ εἴχον συντετελεσμένα καὶ ἄλλα σχοινία λε διὰ τὸ Θεόδωρον ἀξιῶσαί με ὑπομεῖναι ἕως Παῦνι ι. ἔτι δὲ οὐκ ἀγνοεῖς ὥς σοι διελέγην περὶ τοῦ σησάμου καὶ κρότωνος ὅτι παρέστηκεν. τὸ δὲ πλήρωμα οὐκ ἐργάζεται ἕως οὗ τὰ συντετελεσμένα ἔργα ἐγμετρήθηι αὐτοῖς. καλῶς ἂν οὖν ποιήσαις ἀποστείλας τοὺς ἐγμετρητὰς ὅπως ἐγμετρήσωσι ἵνα μὴ ἄτοπόν τι πράξωσιν. οὐ γὰρ ἀγνοεῖς οἷά ἐστιν τὰ κατὰ τὰ πληρώματα ἐὰν ἀργῶσιν. ἔτι δὲ τὸ Μεγᾶτος πλήρωμα ἀναβέβηκεν καὶ τὰ λοιπὰ τὰ ἐνταῦθα ὥστε μηθένα εἶναι ἐνταῦθα ἀλλʼ ἢ ἡμᾶς καὶ τὸ πλήρωμα γογγύζει φάμενοι ἀδικεῖσθαι ἐνταῦθα ἤδη μῆνας ι τοῦτο δὲ πάσχειν διὰ τὸ μὴ παρεῖναι αὐτοῖς τὸν τριήραρχον. ἔρρωσο. ἔτους ζ Παῦνι θ