Ancient Greek
P.Petr. 3 56 d
Documentary Papyri, P.Petr. 3 56d
Not analysed yet
περὶ ὧν ἐπικέκληκά σοι ἐν Πτολεμαίδι τοῦ ὅρμου διαλύομαι πρὸς σὲ περὶ πάντων καὶ οὐθέν σοι μὴ ἐπικαλέσω οὔτε ἐγὼ οὔτε ἄλλος ὑπὲρ ἐμοῦ εἰ δὲ μὴ ἡ ἔφοδος ἄκυρος αὐτῶι ἔσται. περὶ δὲ τούτων καὶ ὤμοσά σοι τὸν πάτριον ὅρκον ἐπὶ τοῦ ποταμοῦ. ἔρρωσο. ἔτους ιϛ Φαμενὼθ δ