Ancient Greek
P.Petr. 2 46 c
Documentary Papyri, P.Petr. 3 57
Not analysed yet
Χοιὰχ κδ Πύθωνι· τοῦ δοθέντος ἡμῖν ὑπομνήματος παρὰ Μαραίου τοῦ Πτολεμαίου ἑκατονταρούρου ὑπόκειταί σοι τὸ ἀντίγραφον· ἐπεὶ οὖν πριάμενος διʼ ἡμῶν ἐν τῶι γ ἔτει Ἐπεὶφ ι Θεοτίμου τοῦ Εὔφρονος Θραικὸς ὀγδοηκονταρούρου οἰκίαν καὶ αὐλὴν καὶ τὰ συνκυροῦντα τὰ ὄντα ἐν Εὐεργέτιδι πραθέντα πρὸς ἐγγύην ἣν ἐνεγυήσατο Φίλιππον Πευκολάου τὸν ἐγλαβόντα τὴν γινομένην ἀπόμοιραν τῆι Φιλαδέλφωι καὶ τοῖς Φιλοπάτορσι θεοῖς τῶν περὶ Φιλαδέλφειαν καὶ Βούβαστον τόπων εἰς τὸ β ἔτος τοῦ ὀφειλήματος χαλκοῦ πρὸς ἀργύριον ταλάντου α δραχμῶν φιϛ ὀβολοῦ α 𐅵ἐφʼ ὧι τάξεται παραχρῆμα χαλκοῦ πρὸς ἀργύριον τάλαντον α δραχμὰς φιϛ ὀβολὸν α 𐅵διαγέγραφε ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει βασιλικὴν τράπεζαν ἐφʼ ἧς Κυδρῶναξ ἔτους δ Θῶυθ ιβ τό τε τάλαντον α δραχμὰς φιϛ ὀβολὸν α 𐅵καὶ τὸ γινόμενον τῶι ἐγκυκλίωι τκε πεντώβολον καὶ τὰ ἄλλα τὰ καθήκοντα βεβαιούσθω ἡ ὠνὴ καθότι εἴθισται