Ancient Greek
P.Petr. 1 12
Documentary Papyri, P.Petr. 13
Not analysed yet
τάδε διέθετο νοῶν καὶ φρονῶν Πεισίας Λύκιος τῶν Λεοντίσκου …κληροῦχος τῶν ἐν τῶι Ἀρσινοίτηι καταμεμετρημένων ὡς ἐτῶν …μελίχρως ἀνάσιλλος μέσος μεγέθει μακροπρόσωπος οὐλὴ ὑπὸ γένειον. εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ αὑτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάσχω, καταλείπω τὰ ὑπάρχοντά μοι τὰ ἐν Ἀλεξανδρείαι Πισικράτει τῶι υἱῶι μου τῶι ἐκ Νικοῦς, συνοικίαν καὶ τὰ ὑπάρχοντά μοι ἐκεῖ σκεύη πάντα καὶ παῖδας Διονύσιον καὶ Εὔτυχον Σύρους καὶ παιδίσκην Ἀβίσιλαν καὶ ταύτης θυγατέρα Εἰρήνην Σύρας, Ἀξιοθέαι δὲ Ἱππίου Λυκίδι τῆι ἐμαυτοῦ γυναικὶ παιδίσκην δούλην Σύραν Λιβύσειον καὶ τὴν οἰκίαν τὴν ὑπάρχουσάν μοι ἐν κώμηι Βουβάστωι τοῦ Ἀρσινοίτου, τὴν δὲ λοιπὴν κατασκευὴν τὴν ἐν Βουβάστωι κοινῆι Πισικράτει καὶ Ἀξιοθέαι. ὅσα δὲ Ἀξιοθέα προσενήνεκται ἐν φερνῆι καὶ περίεστιν, ἔχειν αὐτὴν καὶ μὴ μετεῖναι Πεισικράτει, ὅσα δʼ ἂν μὴ περιῆι ἢ τετριμμένα ἦι, ἀποδότω Πισικράτης Ἀξιοθέαι τιμὰς τὰς ὑπογεγραμμένας ὅσωι ἂν ἔλασσον εὑρίσκωσιν, χιτῶνος ἐρεοῦ γυναικείου δραχμὰς μ, θερίστρου δραχμὰς ϛ, χιτῶνος ἀνδρείου δραχμὰς ιβ, θερίστρου τριβακοῦ δραχμὰς ι, χιτῶνος καινοῦ δραχμὰς ι διώβολον, ζώνης ἀνδρείας δραχμὴν α, θερίστρου καινοῦ δραχμὰς λβ, ἁπλοιδίου δραχμὰς η, ἐγκοιμήτρου δραχμὰς ιβ, φιάλης χαλκῆς δραχμὰς δ, ψυκτῆρος χαλκοῦ δραχμὰς ϛ, σινδόνων β δραχμὰς δ, ὑποδημάτων γυναικείων δραχμὰς δ, …δίου δραχμὰς λ, μαχαίρας καὶ ὀβελίσκου δραχμὴν α, ἐρίων μαλακῶν δραχμὰς …χρ… περιδεξίου δραχμὰς ιη, ἐνώτια δραχμὰς ιβ, κλαλίου χρυσοῦ δραχμὰς κ ἐρίων …βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος …