Ancient Greek
P.Petr. 2 p. 23
Documentary Papyri, P.Petr. 14
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς …,ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου, τάδε διέθετο νοῶν καὶ φρονῶν Φίλων Ἡρακλείδου Κυρηναῖος τῆς ἐπιγονῆς ὡς ἐτῶν με μελίχρους μέσος μεγέθει …οὐλὴν ἔχων μετώπωι ὑπὲρ ὀφρῦν δεξιάν. εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω τὰ ὑπάρχοντά μοι πάντα τῆι ἐμαυτοῦ γυναικὶ Εἰρήνηι Ἀσκληπιάδου Κυρηναίαι καὶ τῆι ἐμαυτοῦ θυγατρὶ Δημοῖ τῆι ἐξ Εἰρήνης καὶ τὰ οἰκετικὰ σώματα θηλυκὰ Παρθένιον, Μυρίνην, ἀρρενικὰ …τα καὶ καθʼ ὑπογραφὴν τὴν ἐν δημοσίωι Ἀπολλώνιον …Σύρον παρεπίδημον ὃς καὶ Συριστὶ Ἰωναθᾶς καλεῖται ὀφείλοντά μοι ἀργυρίου δραχμὰς ρν. ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες· Τληπόλεμος Κλεοδήμου …τῆς ἐπιγονῆς ὡς ἐτῶν νϛ λευκόχρως τετανὸς ……οὐλὴ ὑπὲρ δεξιὸν ὀφθαλμόν, Τελέσαρχος Ἀλεξιμάχου …τῆς ἐπιγονῆς ὡς ἐτῶν νγ λευκόχρως κλαστόθριξ ἀναφάλαντος οὐλὴ μυκτῆρι ἄκρωι καὶ ἄλλαι ὑπὸ γενείωι ……τῆς ἐπιγονῆς ὡς ἐτῶν ……ὑπόσκνιφος ……θ…αχ…