Ancient Greek
P.Petr. 1 13 (1-3)
Documentary Papyri, P.Petr. 6
Not analysed yet
……τάδε διέθετο νοῶν καὶ φρονῶν ……ος κληροῦχος ὡς ἐτῶν ……εἴη μέν μοι ὑγιαίνοντι αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι πάσχω ἀνθρώπινον, καταλείπω τὰ ὑπάρχοντά μοι πάντα τῶι …ι μου Ξενοκλεῖ ……δεδομένου …κατὰ τὴν εὔνοιαν, δότω δὲ ……καὶ τὴν οἰκίαν τὴν ……ἐν Ῥακώτι ἐν ἀγυιᾶι Ἀρσινόης ……θ…υ καταβαλὼν τ… …ω περὶ Δεινάρχου καὶ ……ηι οταν δὲ εἰση… …Ξενοκλῆς τὰς φ… …τω Ξενοκλῆς πράσσων αὐτ… …ὅσα δεδάνεικά τισιν ἐν Ἀλεξανδρείαι ……καταλείπω δὲ τῶν ἐμαυτοῦ ἄλλωι οὐθενὶ οὐθέν. ἃς δὲ πρότερον τέθειμαι διαθήκας ἄκυροι ἔστωσαν. μάρτυρες· Διομήδης Ἀργεῖος ἐπιλάρχης τῶν …κληροῦχος ὡς ἐτῶν …μέσος τῶι μεγέθει λευκόχρως ……άτου Ἐλευσίνιος ὡς ἐτῶν με ……οὐλὴ παρʼ οὖς ἀριστερόν, Κλεινίας …Ἀλεξανδρεὺς τὴς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον ……ὡς ἐτῶν …μέσος τῶι μεγέθει τετανὸς οὐλὴ ἐπ… …ὡς ἐτῶν ξ βραχὺς τετανὸς ……τῆς ἐπιγονῆς ὡς ἐτῶν μ μέσος τῶι μεγέθει …οὐλὴ παρʼ ὀφρῦν δεξιάν, Πύρρος Ἁδύμου ……τετανὸς ἐπίγρυπος ὦτα μείζω …γ βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος, μηνὸς Ἀρτεμισίου γ, ἐν Κ… τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν Μελέαγρος Ἰλλύριος τῶν Εὐμένους πεντακοσίαρχος μέσος τῶι μεγέθει λευκόχρως γλαυκὸς ἐπίγρυπος ὡς ἐτῶν …εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ αὑτοῦ διοικεῖν. ἐὰν δέ τι πάσχω ἀνθρώπινον, καταλείπω τὰ ὑπάρχοντά μοι πάντα καὶ ὅσα ὀφείλουσίν τινές μοι τῆι γυναικί μου …Πύρρου Μακέται· μάρτυρες· Δημοκλῆς …τῶν …ιλάρχης εὐμεγέθης μελίχρως τὸν ἀριστερὸν ὀφθαλμὸν βεβλαμμένος ὡς ἐτῶν ξ, Διονύσιος Θρᾶιξ τῶν Ἰκατίδα ……λευκόχρως φακὸν ἔχων παρὰ τὸ δεξιὸν οὖς ὡς ἐτῶν ……Περγαῖος τῶν Ἀνδρίσκου χιλίαρχος εὐμεγέθης …ἀναφάλαντος σκνιπὸς οὐλὴν ἔχων ἐπὶ τῆς ἀριστερᾶς ὀφρύος ὡς ἐτῶν ……Κυρηναῖος τῶν Δάμωνος λοχαγὸς μέσος τῶι μεγέθει ……κράτης ……οὐλὴν ἔχων ὑπὸ τ… …ἐπιλάρχης μέσος τῶι μεγέθει …οὐλὴν ἔχων ὑπὲρ τὴν δεξιὰν ὀφρῦν ὡς ἐτῶν ϛ… βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος, μηνὸς Ἀρτεμισίου …,ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου, τάδε διέθετο νοῶν καὶ φρονῶν …