Ancient Greek
P.Petr. 3 8 (2)
Documentary Papyri, P.Petr. 7
Not analysed yet
……μηνὸς Ἀρτεμισίου …ἐν …τάδε διέθετο νοῶν καὶ φρονῶν Χαρ… Μακεδὼν τῶν …ὡς ἐτῶν οε μέσος μεγέθει λευκόχρως τετανὸς …χαροπὸς ὦτα μέγαλα καὶ ἀφεστηκότα. εἴη μέν μοι ὑγιαίνοντι αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάσχω, καταλείπω τὰ ὑπάρχοντά μοι πάντα …μάχωι τῶι ἐμαυτοῦ υἱῶι καὶ …τῆι ἐμαυτοῦ θυγατρί. ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. …ὀφείλω οὐθενὶ οὐθὲν …τῆς προτέρας …ὑπερκειμένας …καταλείπω. ἀφίημι δὲ …εαρτον Θραι… ταύτας …ἀλλʼ αὐτη… ἐπιγίνηται ἐμοῦ …ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες· …