Ancient Greek
P.Petra 1 3
Documentary Papyri, P.Petra 1 3
Not analysed yet
βασιλείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου καὶ αὐτοκράτορος Αὐγούστου ἔτους δωδεκάτου ὑπατείᾳ Φλαουίου Ἰωάννου τοῦ ἐνδοξοτάτου πρὸ ἐννέα Καλανδῶν Σεπτεμβρίων ἔτους τῆς ἐπαρχίας τετρακοσιοστοῦ τριακοστοῦ τρίτου μηνὸς Γορπιαίου ἕκτῃ χρόνων πρώτης ἰνδικτίωνος ἐν μητροπόλει Πέτρᾳ τῆς Σαλουταρίας Τρίτης Παλαιστίνης. Φλάουιος Πατρίκιος Διφίλου …ἐκ τῆσδε τῆς μητροπόλεως τῷ αἰδεσιμωτάτῳ Εὐθηνίῳ Δουσαρίου αἰδεσιμωτάτῳ πολιτευομένῳ καὶ ὑποδέκτῃ τῆς αὐτῆς ἐπιστέλλω τὰ ὑποτεταγμένα· ἐπείπερ ἐν τοῖς προελθοῦσιν μεταξύ μου καὶ τοῦ λαμπροτάτου Πανολβίου ὑπομνηστικοῖς ἔδοξεν ἐμὲ παρέχειν τῷ αὐτῷ λαμπροτάτῳ Πανολβίῳ λόγῳ ἀναλωμάτων αὐτοῦ κατʼ ἔτος τὸν τῆς …χρυσοῦ νομίσματα δεκαδύο ,ἀντὶ τούτων δὲ συνείδομεν ἐγώ τε καὶ αὐτὸς ὁ λαμπρότατος Πανόλβιος κουφίσαι με τὴν οὐσίαν καὶ ὁμάδα τοῦ αὐτοῦ λαμπροτάτου Πανολβίου ἐκ τοῦ λαχόντος αὐτῷ τρίτου μέρους ἐξ ὁμάδος μὲν Πετρῶν ἐλευθερικὰς κοριαίας τέσσαρας ἐξ ὁμάδος δὲ Αὐγουστοπόλεως ἐλευθερικὴν κοριαῖαν μίαν ἕκτον. ἐπιστέλλω τῇ σῇ αἰδεσιμότητι καὶ τοῖς κατὰ καιρὸν αἰδεσιμωτάτοις ὑποδέκταις κουφίσαι μὲν τὸν λόγον καὶ τὸ πρόσωπον τοῦ αὐτοῦ λαμπροτάτου Πανολβίου ἐκ τοῦ λαχόντος αὐτῷ τρίτου μέρους ἐξ ὁμάδος Αὐγουστοπόλεως ἐλευθερικὴν κοριαῖαν μίαν ἕκτον, βαρῆσαι δὲ τὸ ἐμὸν πρόσωπον καὶ τὸν λόγον ἀπὸ τῆς σὺν θεῷ εἰσιέναι μελλούσης δευτέρας ἐπινεμήσεως καὶ αὐτῆς καὶ εἰς τὸν ἑξῆς ἅπαντα τὸν τῆς ζωῆς τοῦ αὐτοῦ λαμπροτάτου Πανολβίου χρόνον τὴν αὐτὴν ἐλευθερικὴν κοριαῖαν μίαν ἕκτον ἀδείας ἐνούσης τῇ σῇ αἰδεσιμότητι καὶ τοῖς κατὰ καιρὸν …αἰδεσιμωτάτοις ὑποδέκταις βαρῆσαι τοὺς κληρονόμους τοῦ εἰρημένου λαμπροτάτου Πανολβίου ἄνευ δευτέρου ἐπιστάλματος ἐξ ὁμάδος Αὐγουστοπόλεως ἐλευθερικὴν κοριαῖαν μίαν ἕκτον καθ α κα…ε…