Ancient Greek
P.Petra 1 4
Documentary Papyri, P.Petra 1 4
Not analysed yet
βασιλείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου καὶ αὐτοκράτορος Αὐγούστου ἔτους δωδεκάτου ὑπατείᾳ Φλαουίου Ἰωάννου τοῦ ἐνδοξοτάτου πρὸ πέντε εἰδῶν Αὐγούστων ἔτους τῆς ἐπαρχίας τετρακοσιοστοῦ τριακοστοῦ τρίτου μηνὸς Λώιου εἰκάδι καὶ πρώτῃ χρόνων πρώτης ἰνδικτίωνος ἐν μητροπόλει Πέτρᾳ τῆς Σαλουταρίας Τρίτης Παλαιστίνης …π…ς… …στου…ι τεταγμένος τῆσδε τῆς …ητρ… σοὶ τῷ αἰδεσιμωτάτῳ Εὐθηνίῳ Δουσαρίου πολιτευομένῳ καὶ ὑποδέκτῃ τῆς αὐτῆς …καὶ τοῖς κατὰ καιρὸν αἰδεσιμωτάτοις ὑποδέκταις ἐπιστέλλω τὰ ὑποτεταγμένα· ἐπείπερ …λαι… μεταξύ μου καὶ τοῦ λαμπροτάτου Πανολβίου …εν… κατέσχον μέρος δίμοιρον τούτων τῶν ὑπαρχόντων αὐτῷ …των ἀκολούθως ὑπομνηστικοῖς προελθοῦσιν μεταξύ μου καὶ τῆς αὐτοῦ λαμπρότητος ἔδοξεν ἐμὲ ἐν τοῖς αὐτοῖς ὑπομνηστικοῖς ἁπάντων τῶν κεχρεωστημένων δημοσίων καὶ τῶν γιγνομένων, εἰ οὕτω τύχοι, ἐπὶ τούτοις ἐπικλασμῶν ἀπὸ τῶν νυνὶ διελθουσῶν δεκάτης καὶ ἑνδεκάτης καὶ δωδεκάτης καὶ πεντεκαιδεκάτης καὶ τῆς παρούσης πρώτης τῶν ἐπινεμήσεων μέρος δίμοιρον τούτων καταβάλλειν ἐπὶ τὸν δημόσιον λόγον, οὐ μὴν ἀλλὰ καὶ συντελεῖν με ἀπὸ τῆς δευτέρας ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον πάσης τῆς διʼ αὐτοῦ συντελείας μέρος δίμοιρον. ἐπιστέλλω τῇ σῇ αἰδεσιμότητι καὶ τοῖς κατὰ καιρὸν αἰδεσιμοτάτοις ὑποδέκταις διὰ τοῦδέ μου τοῦ ἐπιστάλματος κουφίσαι μὲν τὸ πρόσωπον καὶ τὸν λόγον τοῦ εἰρημένου λαμπροτάτου Πανολβίου μέρος δίμοιρον τῶν κεχρεωστημένων διὰ τῆς αὐτοῦ …ης ὑπὲρ τῶν εἰρημένων ἰνδικτιώνων καὶ τῶν ἐπὶ τούτοις συμβησομένων, εἰ οὕτω τύχοι, ἐπικλασμῶν, βαρῆσαι δὲ τὸ ἐμὸν πρόσωπον καὶ τὸν λόγον τὸ αὐτὸ μέρος δίμοιρον διὰ τὸ ἤδη τὸν λαμπρότατον Πανόλβιον καταβαλεῖν εἰς πλῆρες τὰ ὑπὲρ τρίτης καὶ δεκάτης καὶ τεσσαρεσκαιδεκάτης τῶν νυνὶ διελθουσῶν ἰνδικτιώνων δημόσια. ἐπιστέλλω τῇ σῇ αἰδεσιμότητι καὶ τοῖς κατὰ καιρὸν αἰδεσιμοτάτοις ὑποδέκταις κουφίσαι μὲν ὁμ… τὸ πρόσωπον καὶ τὸν λόγον τοῦ αὐτοῦ λαμπροτάτου Πανολβίου μέρος δίμοιρον τῶν διὰ τῆς …δανων τ… τοῦτʼ ἔστι …ιας ἑξήκοντα ὀκτὼ καὶ δεκατρία κορι… ἐλευθερικ… καὶ πατριμωνίου ἰούγερα δέκα καὶ βαρῆσαι δὲ τὸ ἐμὸν πρόσωπον καὶ τὸν λόγον …κτ…οντ…κ…ε… ἀπὸ τῆς μελλούσης εἰσιέναι δευτέρας ἰνδικτίωνος …