Ancient Greek
18.1 to 18.49
Documentary Papyri, P.Petra 3 18.1-49
Not analysed yet
……ὑπομνηστικὸν τῶν συνθε… περὶ χρέους καὶ …εντων με…ε… …ων. ἐπείπερ π…αυτα… …εὐδοκιμωτατ Θεοδωρο… χρυσίου ποσοτητ ……εν ὁ εὐδοκιμώτατος Πατρόφιλος τῷ προρρηθέντι Θεοδώρῳ …ς ἡμίσους τῶν ἐν Σερίλων ὑπαρχόντων πατρῴων αὐτοῦ πάντων …. καὶ νῦν ……ὁ αὐτὸς εὐδοκιμώτατος Πατρόφιλος περι… μέρος ἥμισυ τῶν …πραγμάτων …ἐγγράφου ἀσφαλείας καὶ …ταύτης τῆς ἐκχωρητικῆς ἀσφαλείας προφερομένης ἐν ἰσοτύποις δύο καὶ συμφωνούντων ἀμφοτέρων τῶν εὐδοκιμωτάτων Πατροφίλου καὶ Θεοδώρου περὶ τῆς ἐγγύης τοῦ προειρημένου λαμπροτάτου Δουσαρίου τῷ αὐτῷ εὐδοκιμωτάτῳ Θεοδώρῳ …ὥστε ἐν μηνὶ Λωίῳ τοῦ ἐνεστῶτος ἔτους τετρακοσιοστοῦ τριακοστοῦ τετάρτου τὸν εὐδοκιμώτατον Θεόδωρον ἀνενεγκεῖν εἰς τὸ ἀλλαγῆναι τὰ προικῷα τῆς κοσμιωτάτης Στεφανοῦτος αὐτοῦ γυναικὸς ἐν μὲν προικὶ χρυσίου λίτρα τρία …,ἐν δὲ παραφέρνοις ὁμοίως λίτρα τρία ἥμισυ …ς τὸν εὐδοκιμώτατον Πατρόφιλον …α προικῷα τῆς αὐτῆς κοσμιωτάτης Στεφανοῦτος …ἀνθομολογῆσαι ἐν τούτοις τὸν αὐτὸν εὐδοκιμώτατον Θεόδωρον …σθαι ἀκολούθως οἷς …εται ἐν τοῖς προικῴοις συμβολαίοις ἐκ πατρῴας καὶ μητρῴας αὐτοῦ ὑποστάσεως …ἐν μὲν προικὶ χρυσίου λίτρα… τρία, ἐν δὲ παραφέρνοις λίτρα τρία ἥμισυ καὶ συ…ω ἀλλαγῆναι τὰ προγεγραμμένα προικῷα …ς μετὰ τοῦ ἀρρα… …τῷ προειρημένῳ λαμπροτάτῳ ἀνδρὶ Δουσαρίῳ …ος ἐπὶ τοῖς εἰρημένοις …ασιν πάντα προελθεῖν καὶ …ταύτην τῶν δύο ἰσοτύπων ἀσφάλειαν. τούτων τοίνυν μεταξὺ αὐτῶν συμφωνηθέντων ὡς προγέγραπται πάντων ὁμολογοῦσιν ἀμφότεροι τὰ προγεγραμμένα ποιεῖν καὶ πληροῦν καὶ εἰς πέρας ἄγειν ἐν τῷ προκειμένῳ μηνὶ Λῴῳ ἀνυπερθέτως καὶ ἀναμφιβόλως. πρὸς τὸ δὲ μηδένα αὐτῶν πειραθῇ ἀθετῆσαι ἢ παρασαλεῦσαί τι τῶν καθὼς προγέγραπται συνωμολογημένων ἐξωμόσαντο τὸν ὅρκον, Ἁγίαν θεικὴν Τριάδα καὶ βασιλικὴν σωτηρίαν τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐτοκράτορος Αὐγούστου ταῦτα σύμπαντα ποιεῖν καὶ πληροῦν καὶ ὥρισαν τὸ τῆς ἀσφαλείας πρόστιμον χρυσοῦ νομισμάτων εἰκοσιτεσσάρων κατὰ τοῦ παραβαίνειν ἢ ἀνατρέπειν τὴν παροῦσαν ἀσφάλειαν καθ’ οἱονδήποτε τρόπον πειρωμένου καταβληθησομένων ἐκ τῆς τοῦ αὐτοῦ ὑποστάσεως καὶ περιουσίας ὑπὲρ αὐτοῦ μόνου τοῦ ἐγχειρήματος …λογον τε καὶ πληρ… πρὸς τῷ καὶ μετὰ τὴν τοῦ προστίμου καταβολὴν ἐρρῶσθαι ταῦτα καὶ ἰδίαν ἰσχὺν ἔχειν ἐφ’ ἑκατέρῳ μέρει …ναφ…αν ὑποθέμενοι ἀλλήλοις ἐπὶ τούτοις πᾶσιν Πατρόφιλός τε καὶ Θεόδωρος οἱ προγεγραμμένοι πάντα τὰ αὐτῶν ὑπάρχοντα καὶ ὑπάρξοντα πράγματα κινητὰ καὶ ἀκίνητα καὶ αὐτοκίνητα μείζονος ἀσφαλείας χάριν ἐγγυητὰς ἀλλήλοις προσομολογήσαντες, Θεόδωρος μὲν ὁ εὐδοκιμώτατος τῷ προειρημένῳ εὐδοκιμωτάτῳ Πατροφίλῳ τὸν εὐδοκιμώτατον Εὐστάθιον αὐτοῦ ἀνεψιόν, Πατρόφιλος δὲ τῷ Θεοδώρῳ τὸν λαμπρότατον Δουσάριον