Ancient Greek
18.50 to 18.85
Documentary Papyri, P.Petra 3 18.50-85
Not analysed yet
Οὐάλεντος αὐτοῦ πενθερὸν …ἑκάτερον τούτων τῷ ἰδίῳ αὐτοῦ κινδύνῳ καὶ ἐκ τῆς αὐτοῦ ὑποστάσεως καὶ περιουσίας κε… …τὰ παρ’ αὐτοῦ ἐγγυηθέντα ποιεῖν καὶ πληροῦν πάντα τὰ προγεγραμμένα ἀνυπερθέτως καὶ ἀναμφιβόλως ὑποθεμένους εἰς τοῦτο ἀμφότεροι τὰ αὐτῶν πράγματα, πίστεως ἀγαθῆς ἐπερωτημένης καὶ διωμολογημένης, κυρίου ὄντος καὶ βεβαίου τούτου τοῦ ὑπομνηστικοῦ γενομένου ἐν ἰσοτύποις δύο ἅπερ καθυπογραφόμενα ἔσται κύρια καὶ βέβαια πανταχοῦ προφερόμενα, δύναμιν ἀγοραίου ἐγγράφου ἐπέχοντα. …ἐγράφη …εγμη… τοῦ ἔτους τετρακοσιοστοῦ τριακοστοῦ τετάρτου ἐρρῶσθαι δὲ οὐδὲν ἧττον τὰ προελθόντα μεταξὺ ἡμῶν ἀνθομόλογα καὶ τὴν γενομένην ἀσφάλειαν ὑπὸ τῶν εὐδοκιμωτάτων Εὐσταθίου καὶ Θεοδώρου πρὸς τὸν εὐδοκιμώτατον Πατρόφιλον Φλάουιος Πατρόφιλος Βάσσου ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ ὑπομνηστικὸν πρὸς σὲ τὸν εὐδοκιμώτατον Θεόδωρον Ὀβοδιανοῦ τὸν ἐμὸν ἐξάδελφον καὶ γαμβρὸν καὶ ὁμολογῶ ποιεῖν καὶ πληροῦν πάντα τὰ προγεγραμμένα καὶ εἰς πέρας ἄγειν καὶ ἐμεσίτευσα τὸ εἰρημένον τῆς ἀσφαλείας ἰσότυπον ἐπὶ τῷ διαπαγῆναι μετὰ τὸ ὡς εἴρηται ἀλλαγῆναι τὰ προικῷα ἐπὶ χρυσίου λίτρα τρία ἐν προικὶ καὶ ἐν παραφέρνοις τρία ἥμισυ καὶ ἐξωμοσάμην καὶ ὥρισα τὸ πρόστιμον τῶν χρυσίνων εἰκοσιτεσσάρων καὶ ὑπεθέμην καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἕκαστα ἀκολούθως καὶ ἀναγνοὺς καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. Φλάουιος Θεόδωρος Ὀβοδιανοῦ ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ ὑπομνηστικὸν πρὸς σὲ τὸν εὐδοκιμώτατον Πατρόφιλον Βάσσου ἐμὸν θεῖον καὶ πενθερὸν καὶ ὁμολογῶ ποιεῖν καὶ πληροῦν πάντα τὰ προγεγραμμένα καὶ εἰς πέρας ἄγειν καὶ ἐμεσίτευσα τὸ εἰρημένον τῆς ἀσφαλείας ἰσότυπον ἐπὶ τῷ διαπαγῆναι μετὰ τὸ ὡς εἴρηται ἀλλαγῆναι ἐν προικὶ χρυσίου λίτρα τρία καὶ ἐν παραφέρνοις λίτρα τρία ἥμισυ καὶ ἐξωμοσάμην καὶ ὑπεθέμην καὶ ὥρισα τὸ πρόστιμον τῶν χρυσίνων εἰκοσιτεσσάρων καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἕκαστα ἀκολούθως καὶ ἀναγνοὺς ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. Φλάουιος Δουσάριος Οὐάλεντος ὁ προγεγραμμένος ἠγγύημαι τὸν εὐδοκιμώτατον Πατρόφιλον Βάσσου ἐμὸν γαμβρὸν καὶ παρασκευάσω αὐτὸν πληρῶσαι τὰ προγεγραμμένα ἀνυπερθέτως καὶ ἐμεσιτεύθησαν παρ’ ἐμοὶ τὰ εἰρημένα δύο ἰσότυπα ὡς εἴρηται εἰς τὸ παρέξω μετὰ τὸ ἀλλαγῆναι τὰ προικῷα καθὼς προδεδήλωται καὶ πληρώσω καὶ ὑπεθέμην καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἕκαστα ἀκολούθως ὑπογράψας χειρὶ ἐμῇ.