Ancient Greek
25.1 to 25.14
Documentary Papyri, P.Petra 3 25.1-14
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ αὐτοκράτορος ἔτους τριακοστοῦ δευτέρου μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου τὸ ιθ πρὸ τριῶν καλανδῶν Ἰανουαρίων ἔτους τῆς ἐπαρχείας τετρακοσιοστοῦ πεντηκοστοῦ τρίτου μηνὸς Περιτίου πεντεκαιδεκάτῃ χρόνων ἑβδόμης ἰνδικτίωνος ἐν μητροπόλει Πέτρᾳ τῆς Τρίτης Παλαιστίνης Σαλουταρίας. τῷ αἰδεσιμωτάτῳ Φλαουίῳ Οὐάλεντι Αὐξολάου ὑποδέκτῃ τῆς παρούσης ἑβδόμης ἰνδικτίωνος καὶ διὰ σοῦ τοῖς κατὰ καιρὸν γινομένοις ὑποδέκταις τῆσδε τῆς Πετραίων πόλεως Θεόδωρος Ὀβοδιανοῦ διάκονος τῆς καὶ ὑπὸ τήνδε τὴν πόλιν ἁγιωτάτης καθολικῆς ἐκκλησίας ἐπιστέλλω τὰ ὑποτεταγμένα· ἐπείπερ τῇ σήμερον ἡμέρᾳ πέπρακα τῷ θεοφιλεστάτῳ Φιλουμένῳ Γεροντίου πρεσβυτέρῳ καὶ συν…ο… τοῦ ἐν Αμμεθᾳ διακειμένου εὐαγοῦς οἴκου τοῦ ἁγίου καὶ ἐνδόξου μάρτυρος Θεοδώρου ὀνόματι τοῦ αὐτοῦ ἁγίου τόπου τὴν διαφέρουσάν μοι ἐπίρρυτον μίαν γεωργίαν ἐν …αινᾳ τῷ ἐποικείῳ τῷ περὶ τὴν Αὐγουστόπολιν διακειμένην λεγομένην Μαλ ελ-Αμοα… ἤτοι Μαλ αλ-Εθερρο…ειβα μετὰ παντὸς αὐτῆς δικαίου καὶ παραδέδωκα σωματικῶς τὴν ταύτης νομὴν ἐφ’ ᾧ τὸν αὐτὸν θεοφιλέστατον πρεσβύτερον καὶ …Φιλούμενον Γεροντίου …ντου ε…νεξη…του ε…κ…υ καὶ λ… καχ…κος αὐτ…τελ… ογια… λόγον καὶ οὐσίαν …λει…ιανο…νου καὶ …χρονο…ην α…εμη…προς… καὶ τούτου χάριν ἐπιστέλλω με κουφισθῆναι τὴν ὑπὲρ τῆς εἰρημένης γεωργίας συντέλιαν ὑπ…της τε…ομενου …τοῖς κατὰ καιρὸν αἰδεσιμωτάτοις ὑποδέκταις…ε…ς ἐμοῦ ει… μακαριωτάτου Θεοδώρου Πατρικίου τῆς …ἐκχωρηθείσης τελείας αὐτοῦ γεωργίας …αμμ…τρ… Διφιλ… ἐξ ὁμάδος Αὐγουστοπόλεως ἰούγερον ἓν ἔνατον μεταξύ …της μ… τὸ παρὸν γεγένηται πρὸς τὴν σὴν αἰδεσιμότητα ἐπιστάλμα δι’ οὗ ἐπιστέλλω σοὶ καὶ διὰ σοῦ τοῖς κατὰ καιρὸν αἰδεσιμωτάτοις ὑποδέκταις …σπ…νου… κ…του… πατριμωναλίου ἐξ ὁμάδος Αὐγουστοπόλεως ἰούγερον ἓν ἔνατον· τοῦτο δὲ βαρηθῆναι τὸν λόγον καὶ πρόσωπον καὶ οὐσίαν τοῦ προειρημένου θεοφιλεστάτου πρεσβυτέρου Φιλουμένου Γεροντίου ἤγουν τοῦ προειρημένου εὐαγοῦς εὐκτηρίου ἀπὸ τῆς παρούσης ἑβδόμης ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον …αδηηθους… κρατήσαντο…ς ἐν τῇδε τῇ πόλει τὴν …υρ…ατι…Αὐγουστοπόλεως…πρὸς γὰρ ἀσφάλειαν ἡμῶν αὐτῶν καὶ τοῦ δημοσίου λόγου καὶ ὑπὲρ τῆς ε… …με…του…ματ…ενη…ος Φιλούμενος συνέθετο καθυπογράψας. Θεόδωρος Ὀβοδιανοῦ διάκονος ὁ προγεγραμμένος ἐπέστειλα κουφισθῆναι τὸ ἐμὸν πρόσωπον καὶ οὐσίαν καὶ λόγον τὴν ὑπὲρ τῆς προγεγραμμένης ἐπιρρύτου γεωργίας λεγομένης τόπος Μαλ ελ-Αμοα ἤτοι Μαλ αλ-…ἐπιγεγραμμένην μοι συντέλειαν, τοῦτ’ ἔστιν ἐξ ὁμάδος Αὐγουστοπόλεως κατ’ ἔτος πατριμωνίου ἰούγερον ἓν ἔνατον·