Ancient Greek
25.15 to 25.CGbO8.4
Documentary Papyri, P.Petra 3 25.15-25.CGbO8.4
Not analysed yet
τοῦτο δὲ βαρηθῆναι τὸ πρόσωπον καὶ οὐσίαν καὶ λόγον τοῦ θεοφιλεστάτου Φιλουμένου Γεροντίου πρεσβυτέρου ἤγουν τοῦ εἰρημένου εὐαγοῦς εὐκτηρίου ἀπὸ τῆς παρούσης ἑβδόμης ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς χρόνον καθὼς προγέγραπται ἀκολούθως ὑπογράψας χειρὶ ἐμῇ. Φιλούμενος Γεροντίου πρεσβύτερος ὁ προγεγραμμένος ἐπέστειλα κουφισθῆναι τὸ πρόσωπον καὶ οὐσίαν καὶ λόγον τοῦ θεοφιλεστάτου Θεοδώρου Ὀβοδιανοῦ διακόνου τὴν ὑπὲρ τῆς προγεγραμμένης ἐπιρρύτου γεωργίας λεγομένης Μαλ ο… ἤτοι Μαλ…ομορρ… ἐγγεγραμμένην αὐτῆς συντέλειαν, τοῦτ’ ἔστιν ἐξ ὁμάδος Αὐγουστοπόλεως πατριμωνίου ἰούγερον ἓν ἔνατον· τοῦτο δὲ προσγραφῆναι τῷ ἐμῷ προσώπῳ καὶ οὐσίᾳ καὶ λόγῳ ἤγουν τοῦ προειρημένου εὐαγοῦς εὐκτηρίου ἀπὸ τῆς παρούσης ἑβδόμης ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον καθὼς προγέγραπται ἀκολούθως χρησάμενος χειρὶ Φλαουίου Σωσαμον Ἀλφείου παρ’ ἐμοῦ ἀξιωθέντος προτάξας οἰκίᾳ μου χειρὶ τὴν ἐμὴν καὶ τοῦ ἐμοῦ πατρὸς προσηγορίαν διὰ τὸ ἐμὲ μὴ ἠκριβῶσθαι καλῶς γράφειν καὶ κατὰ στοιχεῖον γράφοντα περιωδυνεῖν. Ελ…λίου διάκονος. ἠξίωσεν ὁ θεοφιλέστατος Φιλούμενος Γεροντίου πρεσβύτερος τὸν εὐδοκιμώτατον Σωσαμον Ἀλφείου ὑπογράψαι ὑπὲρ αὐτοῦ ἐν τούτῳ τῷ ἐπιστάλματι προτάξας ἰδίᾳ αὐτοῦ χειρὶ τοῦ αὐτοῦ καὶ τοῦ αὐτοῦ πατρὸς ὄνομα καὶ μαρτυρῶ. …ου μονάζων τοῦ εἰρημένου ἁγίου τόπου παρήμην καὶ μαρτυρῶ. …ἐξ ὁμάδος Αὐγουστοπόλεως ἰούγερον ἓν ἔνατον· τοῦτο δὲ …ἀκολούθως ……ιαν κα… …υδυο… …σκ… …η… …ενου…ε… …οσα… …ημο… …ντ… …πρ… …καθ… …ητο… …καιρὸν… …προγεγραμμεν… …ν…εω… …τον… …ροστ… …αὐτο… …ατος γ… …εν… …κατ… …ς συν… …ησ… …ειν… …ν και… …του… …ὑπὲρ τῆς …αγ… …μενο… …τι… …γιας δ… …τη… …πρεσβυτερο… …εσθαι …