Ancient Greek
P.Pintaudi 52
Documentary Papyri, P.Pintaudi 52
Not analysed yet
παρὰ …ου Ἀφρ… τῶι ἀδελφῶι χαίρειν. ἐπεὶ γέγραπται …δ… χάριν τοῦ ποιμένος ὅτι χαλᾶται τῇ ε, καὶ τὰ νῦν πρόσελθε τῶι κεντυρίωνι ἢ τοῖς γραμματεῦσι αὐτοῦ ἢ τοῖς παρ' αὐτοῦ τοῖς ἐμοῖς λόγοις· αἴτησον στρατιώτην καὶ δὸς αὐτῶι Ἡρωνᾶτι, ἵνα καὶ ἐγὼ τελέσω πάντα, ἐπεὶ μετρίως ἔχω. ἔρρωσο. καὶ μὴ ἄλλως ποιήσῃς. ἔτους ιε Τιβερίου Καίσαρος Σεβαστοῦ, Μεσορὴ γ. ἀπόδος …