Ancient Greek
P.Pintaudi 54
Documentary Papyri, P.Pintaudi 54
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ὀννωφορίῳ καὶ πατρὶ Ἡρᾶτι πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαι παρὰ τῷ δεσπότῃ ὁλοκληρεῖν τῷ κυρίῳ μου θεῷ. ἀσπάζομεν τῇ μητρί σου καὶ πατρί σου καὶ ἀδελφῷ μου καὶ ἀδελφῇ Τασύρῃ πάντας δὲ τοὺς ἐν οἴκῳ αὐτοῦ, χαίρειν. ἀσπάζομεν τῇ ἀδελφῇ τέ μου καὶ υἱὸν Διονύσιον καὶ Ὧρον καὶ Πατάνην, πάντας δὲ τοὺς ἐν οἴκῳ αὐτοῦ, χαίρειν. ἀσπάζομεν τὴν ἀδελφὴν καὶ υἱὸν Ἡρακλῆ καὶ Σοφίαν πάντας δὲ τοὺς ἐν οἴκῳ αὐτοῦ, χαίρειν. ἀσπάζομεν Πεταῶρ καὶ υἱὸν αὐτοῦ Παταῶρ καὶ Τανῆσι καὶ θυγατρὶ Κενῇ αὐτοῦ ,πάντας δὲ τοὺς ἐν οἴκῷ αὐτοῦ. ἀσπάζομεν Ἱέρακι ἀδελφῷ καὶ υἱῷ Πεδιρίονι καὶ Ὥρῳ καὶ θυγατρὶ Κενῇ αὐτοῦ, πάντας δὲ τοὺς ἐν οἴκῷ αὐτοῦ, χαίρειν. ἀσπάζομεν ἀδελφῷ Ὀννωφορίῳ καὶ θυγατρὶ Κενῇ αὐτοῦ, πάντας δὲ τοὺς ἐν οἴκῷ αὐτοῦ, χαίρειν ἀσπάζομεν ἀδελφῷ Ἰσιδώρῳ. π ἀσπάζομεν πατρί σου