Ancient Greek
P.Poethke 28
Documentary Papyri, P.Poethke 1 28
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους εἰκοστοῦ δευτέρου, μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους ζ Θὼθ δωδεκάτῃ δωδεκάτης ἰνδικτίωνος. Φλαυίῳ Δαμιανῷ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ καὶ ἀπὸ ἐκδίκων διὰ Χρ… οἰκέτου ἀπὸ τῆς Ἑρμουπολιτῶν Αὐρήλιος Διόσκορος Δανιηλίου μητρὸς …ἀπὸ κώμης Θύνεως τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἐκμεμισθωκέναι σοι …πρὸς μόνον ἐνιαυτὸν ἕνα καρπῶν τῆς σὺν θεῷ εἰσιούσης τρεισκαιδεκάτης ἰνδικτίωνος ἄρουραν μίαν ἐν ἀναπαυματικῷ τόπῳ …ἄκρου τοῦ ὑπ’ ἐμὲ γεωργίου καλουμένου …διακειμένου ἐν τῷ ἕλει τῆς αὐτῆς κώμης, πεπληρωμένην ἀμμάτων ἑξήκοντα τεσσάρων, εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῇ καρπῶν. ἐντεῦθεν δὲ ἤδη ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ τοῦ ταύτης φόρου …νομίσματι ἑνὶ διμοίρῳ …κ…κ… μισθαποχὴ ἀρούρης α φόρου νομίσματος α β Διοσκόρου Δανιηλίου …