Ancient Greek
P.Poethke 29
Documentary Papyri, P.Poethke 1 29
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους …Χοιὰκ …τρεισκαιδεκάτης ἰνδικτίωνος. Αὐρήλιος Διόσκορος Δανιηλίου μητρὸς …γεωργὸς ὁρμώμενος ἀπὸ κώμης Θύνεως τοῦ Ἑρμουπολίτου νομοῦ Αὐρηλίοις …καὶ Ἠλίᾳ Ἰωσὴφ …ἀπὸ τῆς αὐτῆς κώμης τοῦ αὐτοῦ νομοῦ. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρ’ ὑμῶν τῆς τελείας καὶ ἀξίας τιμῆς ἔν τε χόρτῳ καὶ σίτῳ ἀρουρῶν δύο καὶ ἀμμάτων ὀκτὼ τῶν ὑπ’ ἐμοῦ γεωργουμένων γῃδίων ἐν τῷ ἕλει τῆς αὐτῆς Θύνεως δικαίῳ βαΐῳ πεπληρωμένων ἀπὸ ἀμμάτων ἑξήκοντα τεσσάρων ἑκάστης ἀρούρης, ἐν ἀναπαύματι μὲν χόρτου ἄρουραν μίαν, ἀπὸ κατασπορᾶς δὲ σίτου ἄρουραν μίαν καὶ τὰ αὐτὰ ἄμματα ὀκτὼ, καρπῶν τρεισκαιδεκάτης ἰνδικτίωνος …ὁμολογῶ ἀρδεῦσαι δευτέραν …τρίτην ἑτερ…α… δεχομε… μισθωτικὴ ὁμολογία γενομένη παρὰ Διοσκόρου Δανιηλίου …