Ancient Greek
P.Polit.Jud. 1
Documentary Papyri, P.Polit.Jud. 1
Not analysed yet
Ἀλεξάνδρωι πολιτάρχηι καὶ τῶι πολιτεύματι παρὰ Ἀνδρονίκου τῶν ἐκ τοῦ πολιτεύματος. τῆι ιβ τοῦ ἐνεστῶτος μηνὸς Νίκαρχος τῶν ἀπὸ τοῦ ὅρμου συστησάμενός μοι ἐξεπίτηδες ἐν τῆι πλατείαι ἀμφιλογίαν ἕως μὲν ἐλοιδόρει με πολλὰ καὶ ἀσχήμονα, ὕστερον δὲ καὶ ἐπέφερέν μοι ἀγένητον αἰτίαν παρόντων τινῶν καὶ πολιτῶν καὶ ἀλλοφύλων. διὸ ἀξιῶ προσκαλεσαμένους αὐτὸν διαλαβεῖν περὶ αὐτοῦ. εὐτυχεῖτε. ἔτους λϛ Θωὺθ ιβ εντω… ἔτους λϛ Θωὺθ ιβ Ἀνδρονίκου πρὸς Νίκαρχον