Ancient Greek
P.Polit.Jud. 2
Documentary Papyri, P.Polit.Jud. 2
Not analysed yet
Ἀλεξάνδρωι πολιτάρχηι καὶ τῶι πολιτεύματι παρὰ Πέταυτος τοῦ Φιλίππου Ἰουδαίου τοῦ συνεχομένου ἐν τῆι φυλακῆι. ἐπεὶ τυγχάνω καταξίως νενουθετημένος, καὶ πεῖραν φυλακῆς εἰληφὼς ἱκανάς τε ἡμέρας κατεφθαρμένος ὢν ἐπὶ ξένης, κοὐκ ἔχων τὰ ἀναγκαῖα, ἀξιῶ δεόμενος μεθʼ ἱκετείας μὴ ὑπεριδεῖν με ἀλλʼ ἐὰν φαίνηται ἀντιλαβομένους μου συντάξαι ἀνακαλέσασθαί με ἐκ τῆς φυλακῆς …