Ancient Greek
P.Polit.Jud. 8
Documentary Papyri, P.Polit.Jud. 8
Not analysed yet
ἔτους λζ Μεχεὶρ κ… σα ε ἀντιλαβ- χ… συνετάξαμεν γράψαι τοῖς ἐν Τημει Ἰουδαίοις ε…τ…, ἐὰν δὲ μή, ἀποστεῖλαι ἐν ἡμέραις …τοῖς ἄρχουσι τὸ λζ ἔτος τοῦ ἐν Ἡρακλέους πόλει πολιτεύματος τῶν Ἰουδαίων παρὰ Θεοδότου τοῦ Θεοδότου Ἰουδαίου τῶν ἐν τῶι Ὀξυρυγχίτηι στρα…ντων …ιλειστων ἐν κώμηι Τηει τοῦ αὐτοῦ νομοῦ. τοῦ λγ ἔτους δανείσαντός μου Πλουσίαι Ἀπολλοδώρου Ἰουδαῖαι, ὡς δὲ συνήλλαξεν Γαργαρίσσηι, καὶ τῶι υἱῶι αὐτῆς Δωροθέωι τῶι καὶ Ζήνωνι Ἰουδαίωι, ὡς δὲ συνήλλαξεν Πέρσηι τῆς ἐπιγονῆς, χαλκοῦ τάλαντα ιβ τόκων διδράχμων ἐπὶ ὑποθήκηι ἀμπελῶνος ἀρούρης α 𐅵περὶ Παλῶσιν τοῦ Ὀξυρυγχίτου ἣν ἐποίησα εἰς Φιλίσταν τὴν γυναῖκά μου, ἀνενεωσάμην οὐθένα οἶνον λαβὼν ἐν τῶι λδ ἔτει ἐν δὲ τῶι λε ἔτει Μεσορὴ τὴν ἐπικαταβολὴν ποιησαμένου μου ἐκυρίευσα τῆς κτήσεως, ἐν δὲ τῶι Ἐπεὶφ παραλαβόντων …ιν τῶν Ἰουδαίων, ἐν οἷς καὶ …αρχας, καὶ παρʼ αὐτῶν παρακληθέντος μου συνέλυσαν, εν…ει… ἐφʼ ὧι αὐτὰ τὰ …ἐκτείσουσιν ἐν ἔτεσι β ἀφʼ ὧν ἐν τῶι Μεσορὴ τοῦ λϛ ἔτους τάλαντα ϛ καὶ ἐν τῶι Μεσορὴ τοῦ λζ ἔτους τάλαντα ϛ καὶ τοὺς τόκους καὶ παραχρῆμα …φέρουσιν ἀπὸ γενήματος οἴνου …κ…ι…υ καταβεβληκότων μοι οἴνου μετρητὰς γ καὶ χαλκοῦ τάλαντα α Δψ ,τὰ δὲ λοιπὰ οὐκ ἀποδεδωκότων, ἀξιῶ ἐὰν φαίνηται συντάξαι γράψαι τοῖς ἐν Τνηεὶ Ἰουδαίοις ἐπαναγκάσαι αὐτοὺς τὰ δίκαιά μοι ποιῆσαι ἢ ἐξαποστεῖλαι αὐτοὺς ἐφʼ ὑμᾶς μετὰ λειτουργῶν, ἵνα τύχω τῶν δικαίων. εὐτυχεῖτε. ἔτους λζ Μεχεὶρ κβ Θεοδότου πρὸς Πλουσίαν καὶ Δωρόθεον