Ancient Greek
P.Polit.Jud. 9
Documentary Papyri, P.Polit.Jud. 9
Not analysed yet
τοῖς τὸ λη ἔτος ἄρχουσι παρὰ Βερενίκης τῆς Ἀρχαγάθου Ἰουδαίας τῶν ἐξ Ἀφροδίτης πόλεως. τοῦ λζ ἔτους Φαμενὼθ Δημήτριος Φιλώτου Ἰουδαῖος τῶν καταγινομένων ἐν Πειμπασβύτει προήκατό μοι ἐπιστολὴν ὅρκου πατρίου διομολογούμενος ἀποδώσειν μοι τὴν συνκεχωρημένην τιμὴν ἧς ἐώνητο παιδίσκης Ῥώμης καὶ τοῦ ἐκ ταύτης τέκνου ἐν μηνὶ Παῦνι τοῦ αὐτοῦ ἔτους χαλκοῦ τάλαντα η ,ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτείσειν ἐν τῶι ἐχομένωι μηνὶ Ἐπεὶφ σὺν ἡμιολίαι καὶ εἰς τὸ βασιλικὸν ἐπίτιμον ἀργυρίου δραχμὰς οη ἄνευ πάσης κρίσεως καὶ καταστάσεως, δώσειν δὲ καὶ μισθὸν κατὰ μῆνα τροφῶι τοῦ μὲν ἱματισμοῦ χαλκοῦ Βφ ἕως ιε τοῦ Φαμενὼθ καὶ πυροῦ ἀρτάβας …μέτρα δύο μηνῶν δ κατὰ μῆνα ἐλαίου κοτύλας β τοῦ μηνός, ἀπὸ δὲ τοῦ Παῦνι κατὰ μῆνα πυροῦ ἀρτάβην α, ἐλαίου κοτύλας β, ταῦτα δὲ καὶ ἄλλα τῆς ἐπιστολῆς περιεχούσης καὶ τοῦ Φιλώτου μηθέν μοι ἀποδεδωκότος μέχρι τοῦ νῦν, ἀλλὰ παραβεβηκότος τὸν πάτριον νόμον, διὸ ἠναγκασμένη ξενιτείας πεῖραν λαμβάνειν καὶ παρακεκομικυῖα πρὸς ὑμᾶς ἄλλην τῶν ἐν Ἀφροδίτης πόλει Ἰουδαίων περὶ τούτου ἐπιστολὴν ἀξιῶ ἐὰν φαίνηται συντάξαι τῶι ὑπηρέτηι παραπέμψαι τὸν Δημήτριον καὶ ἀνακαλεσαμένους αὐτὸν ἐπαναγκάσαι παραχρῆμα ἀποδοῦναι καὶ ἀποτεῖσαι σὺν ἡμιολίαι τάλαντα ιβ καὶ τ… Βφ καὶ τὸν πόρον καὶ τἆλλα ἀκολούθως τῶι ὅρκωι, περὶ δὲ τοῦ εἰς τὸ βασιλικὸν ἐπιτίμου κατὰ τοῦ παραβεβηκότος διαλαβεῖν μισοπονήρως. ἔτους λη Παχὼν κθ …λ…π…τ…ν…τ …ται αυτ… καὶ ταύτης ε…ς ἔτους λη Παῦνι ϛ Βερενίκης πρὸς Δημήτριον